Kept for this visit
Notes, starred and highlighted verses and bookmarks kept while signed out last until this visit ends. Create a free account and everything you keep here moves into it, saved for good.

Strong's numbers

δικαιοσύνη G1343

dikaiosýnē

dik-ah-yos-oo'-nay

from δίκαιος; equity (of character or act); specially (Christian) justification:--righteousness.

Abbott–Smith

δικαιοσύνη, -ης, ἡ (< δίκαιος), [in LXX chiefly for צֶדֶק, and cognates, Ge 15:6, al., rarely for חֶסֶד, Ge 19:19 ;]
the character of ὁ δίκαιος (q.v.)
1. in broad sense, righteousness, conformity to the Divine will in purpose, thought and action: Mt 5:6, Jo 16:8, Ac 13:10, Ro 4:3; λόγος δικαιοσύνης, teaching of r., He 5:13; βασιλεὺς δ. (cf. FlJ, BJ, vi, 10, β. δίκαιος), He 7:2; ὅπλα δ., Ro 6:13; ὁδὸς δ., Mt 21:32; θώραξ τῆς δ., Eph 6:14; διὰκονοι δ., II Co 11:15; ὁσιότης καὶ δ., Lk 1:75, cf. Eph 4:24; ἀγαθωσύνῃ καὶ δ., Eph 5:9; δ. κ. εἰρήνη κ. χαρά, Ro 14:17; δ. κ. ἁγιασμός, I Co 1:30; opp. to ἁμαρτία, Ro 8:10; ἀνομία, II Co 6:14; άδικία, Ro 3:5; ποιεῖν τὴν δ., I Jo 2:29 3:7; id. as an inclusive term for the active duties of the religious life (ICC, in l.; Abbott, Essays, 73 ff), Mt 6:1; ἐργάζεσθαι δ., Ac 10:35; διώκειν δ., I Ti 6:11; πληροῦν πᾶσαν δ., Mt 3:15; ζῆν τῇ δ., I Pe 2:24; δ. θεοῦ, a righteousness divine in its character and origin, Mt 6:33, Ja 1:20, Ro (where it also includes the idea of God's personal r.; v. ICC, on 1:17) 1:17 3:5, 21-26 10:3, II Co 5:21, Phl 3:9; ἡ δ. τ. πίσιεως, Ro 4:11; ἡ ἐκ π. δ., Ro 9:30; ἡ κατὰ π. δ., He 11:7; opp. to this is ἡ ἐκ νόμου δ., Ro 10:5; ἡ δ. ἐν ν., Phl 3:6; ἡ ἰδία δ., Ro 10:3, cf. Phl 3:9
2. In narrower sense (cf. δίκαιος), justice: Ac 17:31, II Pe 1:1, Re 19:11 (DCG, ii, 529 ff.; Cremer, 190, 690).

From G. Abbott-Smith, A Manual Greek Lexicon of the New Testament (1922), in the public domain.


85 occurrences

Shown in the King James Version (KJV), whichever translation you read in — it is the text these numbers are tagged against.

  • Matthew 3:15
    And Jesus answering said unto him, Suffer it to be so now: for thus it becometh us to fulfil all righteousness. Then he suffered him.
  • Matthew 5:6
    Blessed are they which do hunger and thirst after righteousness: for they shall be filled.
  • Matthew 5:10
    Blessed are they which are persecuted for righteousness' sake: for theirs is the kingdom of heaven.
  • Matthew 5:20
    For I say unto you, That except your righteousness shall exceed the righteousness of the scribes and Pharisees, ye shall in no case enter into the kingdom of heaven.
  • Matthew 6:33
    But seek ye first the kingdom of God, and his righteousness; and all these things shall be added unto you.
  • Matthew 21:32
    For John came unto you in the way of righteousness, and ye believed him not: but the publicans and the harlots believed him: and ye, when ye had seen it, repented not afterward, that ye might believe him.
  • Luke 1:75
    In holiness and righteousness before him, all the days of our life.
  • John 16:8
    And when he is come, he will reprove the world of sin, and of righteousness, and of judgment:
  • John 16:10
    Of righteousness, because I go to my Father, and ye see me no more;
  • Acts 10:35
    But in every nation he that feareth him, and worketh righteousness, is accepted with him.

341 in the Septuagint, in 329 verses

The first 40, in the order of the Septuagint’s books.

  • Genesis 15:6
    καὶ ἐπίστευσεν Ἀβρὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
  • Genesis 18:19
    ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μεθ’ ἑαυτόν, καὶ φυλάξουσιν τὰς ὁδοὺς Κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβραὰμ πάντα ὅσα ἐλάλησεν ἐπ’ αὐτόν.
  • Genesis 19:19
    ἐπειδὴ εἶπεν ὁ παῖς σου ἔλεος ἐναντίον σου καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὁ ποιεῖς ἐπ’ ἐμὲ τοῦ ζῆν τὴν ψυχήν μου· ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μὴ καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω·
  • Genesis 20:5
    οὐκ αὐτός μοι εἶπεν Ἀδελφή μού ἐστιν; καὶ αὕτη μοι εἶπεν Ἀδελφός μού ἐστιν· ἐν καθαρᾷ καρδίᾳ καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο.
  • Genesis 20:13
    ἐγένετο δὲ ἡνίκα ἐξήγαγέν με ὁ θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ εἶπα αὐτῇ Ταύτην τὴν δικαιοσύνην ποίησον ἐπ’ ἐμέ· εἰς πάντα τόπον οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ· εἰπὸν ἐμὲ ὅτι Ἀδελφός μού ἐστιν.
  • Genesis 21:23
    νῦν οὖν ὄμοσόν μοι τὸν θεόν, μὴ ἀδικήσειν με μηδὲ τὸ σπέρμα μου μηδὲ τὸ ὄνομά μου· ἀλλὰ κατὰ τὴν δικαιοσύνην ἣν ἐποίησα μετὰ σοῦ ποιήσεις μετ’ ἐμοῦ, καὶ τῇ γῇ ᾗ σὺ παρῴκησας ἐν αὐτῇ.
  • Genesis 24:27
    Εὐλογητὸς Κύριος ὁ θεὸς τοῦ κυρίου μου Ἀβραάμ, ὃς οὐκ ἐγκατέλειπεν τὴν δικαιοσύνην καὶ τὴν ἀλήθειαν ἀπὸ τοῦ κυρίου μου· ἐμὲ εὐόδωκεν Κύριος εἰς οἶκον τοῦ ἀδελφοῦ τοῦ κυρίου μου.
  • Genesis 24:49
    εἰ οὖν ποιεῖτε ὑμεῖς ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου, ἀπαγγείλατέ μοι, ἵνα ἐπιστρέψω εἰς δεξιὰν ἢ εἰς ἀριστεράν.
  • Genesis 30:33
    καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον, ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου· πᾶν ὃ ἐὰν μὴ ᾖ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶν καὶ φαιὸν ἐν τοῖς ἄρνασιν, κεκλεμμένον ἔσται παρ’ ἐμοί.
  • Genesis 32:10
    ἱκανοῦσαί μοι ἀπὸ πάσης δικαιοσύνης καὶ ἀπὸ πάσης ἀληθείας ἧς ἐποίησας τῷ παιδί σου· ἐν γὰρ τῇ ῥάβδῳ μου διέβην τὸν Ἰορδάνην τοῦτον, νῦν δὲ γέγονα εἰς δύο παρεμβολάς.
  • Exodus 15:13
    ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον ὃν ἐλυτρώσω, παρεκάλεσας τῇ ἰσχύι σου εἰς κατάλυμα ἅγιόν σου.
  • Exodus 34:7
    καὶ δικαιοσύνην διατηρῶν καὶ ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων ἀνομίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν.
  • Leviticus 19:15
    οὐ ποιήσετε ἄδικον ἐν κρίσει· οὐ λήμψῃ πρόσωπον πτωχοῦ οὐδὲ θαυμάσεις πρόσωπον δυνάστου, ἐν δικαιοσύνη κρινεῖς τὸν πλησίον σου.
  • Deuteronomy 9:4
    μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, ἐν τῷ ἐξαναλῶσαι Κύριον τὸν θεόν σου τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου, λέγων Διὰ τὴν δικαιοσύνην μου εἰσήγαγέν με Κύριος κληρονομῆσαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην.
  • Deuteronomy 9:5
    οὐχὶ διὰ τὴν δικαιοσύνην σου οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀσέβειαν τῶν ἐθνῶν τούτων Κύριος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου σου· καὶ ἵνα στήσῃ τὴν διαθήκην αὐτοῦ ἣν ὤμοσεν τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραὰμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ.
  • Deuteronomy 9:6
    καὶ γνώσῃ σήμερον ὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου Κύριος ὁ θεός σου δίδωσίν σοι τὴν γῆν τὴν ἀγαθὴν ταύτην κληρονομῆσαι, ὅτι λαὸς σκληροτράχηλος εἶ.
  • Deuteronomy 33:19
    ἔθνη ἐξολεθρεύσουσιν· καὶ ἐπικαλέσεσθε ἐκεῖ, καὶ θύσετε θυσίαν δικαιοσύνης· ὅτι πλοῦτος θαλάσσης θηλάσει σε, καὶ ἐμπόρια παράλιον κατοικούντων.
  • Deuteronomy 33:21
    καὶ ἴδεν ἀπαρχὴν αὐτοῦ, ὅτι ἐκεῖ ἐμερίσθη γῆ ἀρχόντων, συνηγμένων ἅμα ἀρχηγοῖς λαῶν· δικαιοσύνην Κύριος ἐποίησεν καὶ κρίσιν αὐτοῦ μετὰ Ἰσραήλ.
  • Joshua 24:14
    καὶ νῦν φοβήθητε Κύριον καὶ λατρεύσατε αὐτῷ ἐν εὐθύτητι καὶ ἐν δικαιοσύνῃ, καὶ περιέλεσθε τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἷς ἐλάτρευσαν οἱ πατέρες ἡμῶν ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ ἐν Αἰγύπτῳ, καὶ λατρεύετε Κυρίῳ.
  • Judges (Codex Vaticanus) 5:11
    διηγεῖσθε ἀπὸ φωνῆς ἀνακρουομένων, ἀνὰ μέσον ὑδρευομένων· ἐκεῖ δώσουσιν δικαιοσύνας. Κύριε, δικαιοσύνας αὔξησον ἐν Ἰσραήλ· τότε κατέβη εἰς τὰς πόλεις λαὸς Κυρίου.
  • 1 Kingdoms 2:10
    Κύριος ἀσθενῆ ποιήσει ἀντίδικον αὐτοῦ· Κύριος ἅγιος. μὴ καυχάσθω ὁ φρόνιμος ἐν τῇ φρονήσει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ· ἀλλ’ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνίειν καὶ γινώσκειν τὸν κύριον, καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἐβρόντησεν· αὐτὸς κρινεῖ ἄκρα γῆς. καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ.
  • 1 Kingdoms 12:7
    καὶ νῦν κατάστητε καὶ δικάσω ὑμᾶς ἐνώπιον Κυρίου, καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην Κυρίου, ἃ ἐποίησεν ἐν ὑμὶν καὶ ἐν τοῖς πατράσιν ὑμῶν·
  • 1 Kingdoms 26:23
    καὶ Κύριος ἐπιστρέψει ἑκάστῳ τὰς δικαιοσύνας αὐτοῦ καὶ τὴν πίστιν αὐτοῦ· ὡς παρέδωκέν σε Κύριος σήμερον εἰς χεῖράς μου, καὶ οὐκ ἠθέλησα ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου.
  • 2 Kingdoms 8:15
    Καὶ ἐβασίλευσεν Δαυεὶδ ἐπὶ Ἰσραήλ. καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν πάντα αὐτοῦ·
  • 2 Kingdoms 22:21
    καὶ ἀνταπέδωκέν μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταπέδωκέν μοι.
  • 2 Kingdoms 22:25
    καὶ ἀποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.
  • 3 Kingdoms 3:6
    καὶ εἶπεν Σαλωμών Σὺ ἐποίησας μετὰ τοῦ δούλου σου Δαυεὶδ τοῦ πατρός μου ἔλεος μέγα, καθὼς διῆλθεν ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν δικαιοσύνῃ καὶ ἐν εὐθύτητι καρδίας μετὰ σοῦ, καὶ ἐφύλαξας αὐτῷ τὸ ἔλεος τὸ μέγα τοῦτο, δοῦναι τὸν υἱὸν αὐτοῦ ἐπὶ τοῦ θρόνου αὐτοῦ ὡς ἡ ἡμέρα αὕτη.
  • 3 Kingdoms 3:9
    καὶ δώσεις τῷ δούλῳ σου καρδίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοῦ συνιεῖν ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ· ὅτι τίς δυνήσεται κρίνειν τὸν λαόν σου τὸν βαρὺν τοῦτον;
  • 3 Kingdoms 8:32
    καὶ σὺ εἰσακούσει ἐκ τοῦ οὐρανοῦ καὶ ποιήσεις, καὶ κρινεῖς τὸν λαόν σου Ἰσραήλ, ἀνομηθῆναι ἄνομον, δοῦναι τὴν ὁδὸν αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ τοῦ δικαιῶσαι δίκαιον, δοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ.
  • 3 Kingdoms 10:9
    γένοιτο Κύριος ὁ θεός σου εὐλογημένος ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ θρόνου Ἰσραήλ, διὰ τὸ ἀγαπᾷν Κύριον τὸν Ἰσραὴλ στῆσαι εἰς τὸν αἰῶνα· καὶ ἔθετό σε βασιλέα ἐπ’ αὐτοὺς τοῦ ποιεῖν κρίμα ἐν δικαιοσύνῃ καὶ ἐν κρίμασιν αὐτῶν.
  • 1 Chronicles 18:14
    Καὶ ἐβασίλευσεν Δαυεὶδ ἐπὶ πάντα Ἰσραήλ, καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην τῷ παντὶ λαῷ αὐτοῦ.
  • 1 Chronicles 29:17
    καὶ ἔγνων, Κύριε, ὅτι σὺ εἶ ὁ ἐτάζων καρδίας, καὶ δικαιοσύνην ἀγαπᾶς· ἐν ἁπλότητι καρδίας προεθυμήθην πάντα ταῦτα, καὶ νῦν τὸν λαόν σου τὸν εὑρεθέντα ὧδε εἶδον ἐν εὐφροσύνῃ προθυμηθέντα σοι.
  • 2 Chronicles 6:23
    καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ τοῦ οὐρανοῦ καὶ ποιήσεις, καὶ κρινεῖς τοὺς δούλους σου τοῦ ἀποδοῦναι τῷ ἀνόμῳ καὶ ἀποδοῦναι ὁδοὺς αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, τοῦ δικαιῶσαι δίκαιον, τοῦ ἀποδοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ.
  • 2 Chronicles 9:8
    ἔστω Κύριος ὁ θεός σου ηὐλογημένος ὃς ἠθέλησέν σοι τοῦ δοῦναί σε ἐπὶ θρόνον αὐτοῦ εἰς βασιλέα τῷ κυρίῳ θεῷ σου· ἐν τῷ ἀγαπῆσαι Κύριου τὸν θεόν σου τὸν Ἰσραὴλ τοῦ στῆσαι αὐτὸν εἰς αἰῶνα, καὶ ἔδωκέν σε ἐπ’ αὐτοὺς εἰς βασιλέα τοῦ ποιῆσαι κρίμα καὶ δικαιοσύνην.
  • 2 Esdras (Ezra + Nehemiah) 12:20
    καὶ ἐπέστρεψα αὐτοῖς λόγον καὶ εἶπα αὐτοῖς Ὁ θεὸς τοῦ οὐρανοῦ, αὐτὸς εὐοδώσει ἡμᾶς, καὶ ἡμεῖς δοῦλοι αὐτοῦ καθαροί, καὶ οἰκοδομήσωμεν· καὶ ὑμῖν οὐκ ἔστιν μερὶς καὶ δικαιοσύνη καὶ μνημόσυνον ἐν Ἰερουσαλήμ.
  • Tobit (B + A) 1:3
    Ἐγὼ Τωβεὶτ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ δικαιοσύνῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει τοῖς προπορευθεῖσιν μετ’ ἐμοῦ εἰς χώραν Ἀσσυρίων εἰς Νινευή.
  • Tobit (B + A) 2:14
    ἡ δὲ εἶπεν Δῶρον δέδοταί μοι ἐπὶ τῷ μισθῷ. καὶ οὐκ ἐπίστευον αὐτῇ, καὶ ἔλεγον ἀποδιδόναι αὐτὸ τοῖς κυρίοις, καὶ ἠρυθρίων πρὸς αὐτήν· ἡ δὲ ἀποκριθεῖσα εἶπέν μοι Ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου; ἰδοὺ γνωστὰ πάντα μετὰ σοῦ.
  • Tobit (B + A) 4:5
    πάσας τὰς ἡμέρας. παιδίον, Κυρίου τοῦ θεοῦ ἡμῶν μνημόνευε· μὴ θελήσῃς παραβῆναι τὰς ἐντολὰς αὐτοῦ. δικαιοσύνην ποίει πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, καὶ μὴ πορευθῇς ταῖς ὁδοῖς τῆς ἀδικίας.
  • Tobit (B + A) 4:6
    διότι ποιοῦντός σου τὴν ἀλήθειαν εὐοδίαι ἔσονται ἐν τοῖς ἔργοις σου καὶ πᾶσι τοῖς ποιοῦσι τὴν δικαιοσύνην.
  • Tobit (B + A) 12:8
    ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης· ἀγαθὸν τὸ ὀλίγον μετὰ δικαιοσύνης ἢ πολὺ μετὰ ἀδικίας· καλὸν ποιῆσαι ἐλεημοσύνην ἢ θησαυρίσαι χρυσίον.

Biblion's Septuagint: the Greek Old Testament in H. B. Swete's edition (Cambridge, 1896–1905), as digitized by the Open Greek and Latin project at the University of Leipzig (First1KGreek), corrected against the printed pages, with lemmas, morphology, Strong's numbers and links to the Hebrew prepared for Biblion. CC BY-SA 4.0.