Kept for this visit
Notes, starred and highlighted verses and bookmarks kept while signed out last until this visit ends. Create a free account and everything you keep here moves into it, saved for good.

Strong's numbers

ἐντολή G1785

entolḗ

en-tol-ay'

from ἐντέλλομαι; injunction, i.e. an authoritative prescription:--commandment, precept.

Abbott–Smith

ἐντολή, -ῆς, ἡ (< ἐντέλλω, q.v.), [in LXX chiefly for מִצְוָה; in pl. freq. in Pss for פִּקּוּדִים ;]
1. generally, a charge, injunction, order, command: Lk 15:29, Jo 10:18 11:57 12:49, 50 14:31, Ac 17:15, Col 4:10; ἐ. σαρκίνη, He 7:16, 18
2. Esp. of religious precepts and commandments;
(a) of God's commandments: in OT, Mt 15:3 22:36, 38, 40 ; Mk 10:5, 19 12:28, 31 Eph 2:15, He 9:19; esp. of the decalogue, Mt 5:19 19:17, Mk 10:19, Lk 18:20 23:56, Ro 7:8-13 13:9, Eph 6:2; of God's command­ments in general, Lk 1:6, I Co 7:19, I Jo 2:3-8 3:22-24 4:21 5:2, 3, Re 12:17 14:12; collectively, ἡ ἐ. (cf. τ. ἔργον τ. θεοῦ, Jo 6:29), I Ti 6:14, II Pe 2:21 3:2;
(b) of things commanded Christ by the Father: Jo 12:49, 50 14:31 15:10;
(c) of the precepts of Christ: Jo 13:34 14:15, 21 15:10, 12, I Co 14:37.
3. Phrases: seq. ἵνα, Jo 13:34 15:12, I Jo 3:23 4:21, II Jo 6; ἐντολὴν (ὰς) παραβαίνειν, Mt 15:3; ἀκυροῦν, Mt 15:6 Rec.; τηρεῖν, Mt 19:17, Jo 15:10, al.; ποιεῖν, I Jo 5:2; διδόναι, Jo 11:57; λαμβάνειν, Jo 10:18, II Jo 4; ἔχειν, Jo 14:21, He 7:5; ἐ. καὶ δικαιώματα, Lk 1:6; ἐντολαὶ ἀνθρώπων (of Jewish tradition), Tit 1:14; ἐ. καινή, Jo 13:34, I Jo 2:7, II Jo 5.†

From G. Abbott-Smith, A Manual Greek Lexicon of the New Testament (1922), in the public domain.


65 occurrences

Shown in the King James Version (KJV), whichever translation you read in — it is the text these numbers are tagged against.

  • Mark 10:19
    Thou knowest the commandments, Do not commit adultery, Do not kill, Do not steal, Do not bear false witness, Defraud not, Honour thy father and mother.
  • Mark 12:28
    And one of the scribes came, and having heard them reasoning together, and perceiving that he had answered them well, asked him, Which is the first commandment of all?
  • Mark 12:29
    And Jesus answered him, The first of all the commandments is, Hear, O Israel; The Lord our God is one Lord:
  • Mark 12:30
    And thou shalt love the Lord thy God with all thy heart, and with all thy soul, and with all thy mind, and with all thy strength: this is the first commandment.
  • Mark 12:31
    And the second is like, namely this, Thou shalt love thy neighbour as thyself. There is none other commandment greater than these.
  • Luke 1:6
    And they were both righteous before God, walking in all the commandments and ordinances of the Lord blameless.
  • Luke 15:29
    And he answering said to his father, Lo, these many years do I serve thee, neither transgressed I at any time thy commandment: and yet thou never gavest me a kid, that I might make merry with my friends:
  • Luke 18:20
    Thou knowest the commandments, Do not commit adultery, Do not kill, Do not steal, Do not bear false witness, Honour thy father and thy mother.
  • Luke 23:56
    And they returned, and prepared spices and ointments; and rested the sabbath day according to the commandment.
  • John 10:18
    No man taketh it from me, but I lay it down of myself. I have power to lay it down, and I have power to take it again. This commandment have I received of my Father.

234 in the Septuagint, in 231 verses

The first 40, in the order of the Septuagint’s books.

  • Genesis 26:5
    ἀνθ’ ὦν ὑπήκουσεν Ἀβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξεν τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου.
  • Exodus 12:17
    καὶ φυλάξετε τὴν ἐντολὴν ταύτην· ἐν γὰρ τῇ ἡμέρᾳ ταύτῃ ἐξάξω τὴν δύναμιν ὑμῶν ἐκ γῆς Αἰγύπτου, καὶ ποιήσετε τὴν ἡμέραν ταύτην εἰς γενεὰς ὑμῶν νόμιμον αἰώνιον·
  • Exodus 15:26
    καὶ εἶπεν Ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ θεοῦ σου, καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς, καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ, καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ, πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς Αἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰμι Κύριος ὁ θεός σου ὁ ἰώμενός σε.
  • Exodus 16:28
    εἶπεν δὲ Κύριος πρὸς Μωυσῆν Ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου;
  • Exodus 24:12
    Καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Ἀνάβηθι πρὸς μὲ εἰς τὸ ὄρος καὶ ἴσθι ἐκεῖ· καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον καὶ τὰς ἐντολὰς ἃς ἔγραψα νομοθετῆσαι αὐτοῖς.
  • Leviticus 4:13
    Ἐὰν δὲ πᾶσα συναγωγὴ Ἰσραὴλ ἀγνοήσῃ ἀκουσίως, καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς, καὶ ποιήσωσιν μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου ἣ οὐ ποιηθήσεται καὶ πλημμελήσουσιν,
  • Leviticus 4:22
    Ἐὰν δὲ ὁ ἄρχων ἁμάρτῃ καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου τοῦ θεοῦ αὐτῶν ἣ οὐ ποιηθήσεται, ἀκουσίως, καὶ ἁμάρτῃ καὶ πλημμελήσῃ,
  • Leviticus 4:27
    Ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσῃ,
  • Leviticus 5:17
    Καὶ ἡ ψυχὴ ἢ ἂν ἁμάρτῃ καὶ ποιήση μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου ὧν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ καὶ λάβῃ τὴν ἁμαρτίαν,
  • Leviticus 6:2
    Ψυχὴ ἐὰν ἁμάρτῃ καὶ παριδὼν παρίδῃ τὰς ἐντολὰς Κυρίου, καὶ ψεύσηται τὰ πρὸς τὸν πλησίον ἐν παραθήκῃ ἢ περὶ κοινωνίας ἢ περὶ ἁρπαγῆς, ἢ ἠδίκησέν τι τὸν πλησίον,
  • Leviticus 22:31
    Καὶ φυλάξετε τὰς ἐντολάς μου καὶ ποιήσετε αὐτάς.
  • Leviticus 26:3
    Ἐὰν τοῖς προστάγμασίν μου πορεύησθε, καὶ τὰς ἐντολάς μου φυλάσσησθε καὶ ποιήσητε αὐτάς,
  • Leviticus 26:15
    ἀλλὰ ἀπειθήσητε αὐτοῖς, καὶ τοῖς κρίμασίν μου προσοχθίσῃ ἡ ψυχὴ ὑμῶν ὥστε ὑμᾶς μὴ ποιεῖν πάσας τὰς ἐντολάς μου, ὥστε διασκεδάσαι τὴν διαθήκην μου·
  • Leviticus 27:34
    Αὗταί εἰσιν αἱ ἐντολαὶ ἃς ἐνετείλατο Κύριος τῷ Μωυσῇ πρὸς τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ὄρει Σεινά.
  • Numbers 15:22
    Ὅταν δὲ διαμάρτητε καὶ μὴ ποιήσητε πάσας τὰς ἐντολὰς ταύτας ἃς ἐλάλησεν Κύριος πρὸς Μωυσῆν,
  • Numbers 15:31
    ὅτι τὰ ῥήματα Κυρίου ἐφαύλισεν καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν· ἐκτρίψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη, ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ.
  • Numbers 15:39
    καὶ ἔσται ὑμῖν ἐν τοῖς κρασπέδοις, καὶ ὄψεσθε αὐτά, καὶ μνησθήσεσθε πασῶν τῶν ἐντολῶν Κυρίου καὶ ποιήσετε αὐτάς, καὶ οὐ διαστραφήσεσθε ὀπίσω τῶν διανοιῶν ὑμῶν καὶ τῶν ὀφθαλμῶν ἐν οἷς ἐκπορνεύετε ὀπίσω αὐτῶν·
  • Numbers 15:40
    ὅπως ἂν μνησθῆτε καὶ ποιήσητε πάσας τὰς ἐντολάς μου, καὶ ἔσεσθε ἅγιοι τῷ θεῷ ὑμῶν.
  • Numbers 36:13
    αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ἃ ἐνετείλατο Κύριος ἐν χειρὶ Μωυσῆ ἐπὶ δυσμῶν Μωὰβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰερειχώ.
  • Deuteronomy 4:2
    οὐ προσθήσεσθε πρὸς τὸ ῥῆμα ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν, καὶ οὐκ ἀφελεῖτε ἀπ’ αὐτοῦ· φυλάσσεσθε τὰς ἐντολὰς Κυρίου τοῦ θεοῦ ὑμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον.
  • Deuteronomy 4:40
    καὶ φυλάξασθε τὰ δικαιώματα αὐτοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ, ὅπως μακροήμεροι γένησθε ἐπὶ τῆς γῆς ἧς Κύριος ὁ θεός σου δίδωσίν σοι πάσας τὰς ἡμέρας.
  • Deuteronomy 5:29
    τίς δώσει οὕτως εἶναι τὴν καρδίαν αὐτῶν ἐν αὐτοῖς ὥστε φοβεῖσθαί με καὶ φυλάσσεσθαι τὰς ἐντολάς μου πάσας τὰς ἡμέρας, ἵνα εὖ ᾖ αὐτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν δι’ αἰῶνος;
  • Deuteronomy 5:31
    σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ, καὶ λαλήσω πρὸς σὲ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα ὅσα διδάξεις αὐτούς· καὶ ποιείτωσαν ἐν τῇ γῇ ἣν ἐγὼ δίδωμι αὐτοῖς ἐν κλήρῳ.
  • Deuteronomy 6:1
    Καὶ αὗται αἱ ἐντολαὶ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐνετείλατο ὁ θεὸς ἡμῶν διδάξαι ὑμᾶς ποιεῖν οὕτως ἐν τῇ γῇ εἰς ἣν ὑμεῖς εἰσπορεύεσθε ἐκεῖ κληρονομῆσαι αὐτήν,
  • Deuteronomy 6:2
    ἵνα φοβῆσθε Κύριον τὸν θεὸν ὑμῶν· φυλάσσεσθε πάντα τὰ δικαιώματα αὐτοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἵνα μακροημερεύσητε.
  • Deuteronomy 6:17
    φυλάσσων φυλάξη τὰς ἐντολὰς Κυρίου τοῦ θεοῦ σου, τὰ μαρτύρια καὶ τὰ δικαιώματα ὅσα ἐνετείλατό σοι·
  • Deuteronomy 6:25
    καὶ ἐλεημοσύνη ἔσται ἡμῖν ἐὰν φυλασσώμεθα ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας ἐναντίον Κυρίου τοῦ θεοῦ ἡμῶν, καθὰ ἐνετείλατο ἡμῖν Κύριος.
  • Deuteronomy 7:9
    καὶ γνώσεσθε σήμερον ὅτι Κύριος ὁ θεός σου, οὗτος θεός, θεὸς πιστός, ὁ φυλάσσων διαθήκην καὶ ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν καὶ τοῖς φυλάσσουσιν τὰς ἐντολὰς αὐτοῦ εἰς χιλίας γενεάς,
  • Deuteronomy 7:11
    καὶ φυλάξη τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰ κρίματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν.
  • Deuteronomy 8:1
    Πάσας τὰς ἐντολὰς ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον φυλάξεσθε ποιεῖν, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε, καὶ εἰσελθόντες κληρονομήσητε τὴν γῆν ἣν Κύριος ὁ θεὸς ὑμῶν ὤμοσεν τοῖς πατράσιν ὑμῶν.
  • Deuteronomy 8:2
    καὶ μνησθήσῃ πᾶσαν τὴν ὁδὸν ἣν ἤγαγέν σε Κύριος ὁ θεός σου ἐν τῇ ἐρήμῳ, ὡς ἂν κακώσῃ σε καὶ ἐκπειράσῃ σε, καὶ διαγνωσθῇ τὰ ἐν τῇ καρδίᾳ σου, εἰ φυλάξη τὰς ἐντολὰς αὐτοῦ ἢ οὔ.
  • Deuteronomy 8:6
    καὶ φυλάξῃ τὰς ἐντολὰς Κυρίου τοῦ θεοῦ σου, πορεύεσθαι ταῖς ὁδοῖς αὐτοῦ καὶ φοβεῖσθαι αὐτόν.
  • Deuteronomy 8:11
    πρόσεχε σεαυτῷ μὴ ἐπιλάθῃ Κυρίου τοῦ θεοῦ σου, τοῦ μὴ φυλάξαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ κρίματα καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον·
  • Deuteronomy 10:13
    φυλάσσεσθαι τὰς ἐντολὰς Κυρίου τοῦ θεοῦ σου καὶ τὰ δικαιώματα αὐτοῦ, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα εὖ σοι ᾖ;
  • Deuteronomy 11:8
    καὶ φυλάξεσθε πάσας τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἵνα ζῆτε καὶ πολυπλασιασθῆτε, καὶ εἰσελθόντες κληρονομήσετε τὴν γῆν εἰς ἣν ὑμεῖς διαβαίνετε τὸν Ἱορδάνην ἐκεῖ κληρονομῆσαι αὐτήν·
  • Deuteronomy 11:13
    Ἐὰν δὲ ἀκοῇ εἰσακούσητε πάσας τὰς ἐντολὰς ἃς ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἀγαπᾷν Κύριον τὸν θεόν σου καὶ λατρεύειν αὐτῷ ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,
  • Deuteronomy 11:22
    καὶ ἔσται ἐὰν ἀκοῇ ἀκούσητε πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον ποιεῖν, ἀγαπᾷν Κύριον τὸν θεὸν ἡμῶν καὶ πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ προσκολλᾶσθαι αὐτῷ·
  • Deuteronomy 11:27
    τὴν εὐλογίαν, ἐὰν ἀκούσητε τὰς ἐντολὰς Κυρίου τοῦ θεοῦ ὑμῶν ἃς ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον·
  • Deuteronomy 11:28
    καὶ αἱ κατάραι, ἐὰν μὴ ἀκούσητε τὰς ἐντολὰς Κυρίου τοῦ θεοῦ ὑμῶν ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον, καὶ πλανηθῆτε ἀπὸ τῆς ὁδοῦ ἧς ἐνετειλάμην ὑμῖν, πορευθέντες λατρεύειν θεοῖς ἑτέροις οὓς οὐκ οἴδατε.
  • Deuteronomy 13:18
    ἐὰν ἀκούσῃς τῆς φωνῆς Κυρίου τοῦ θεοῦ σου, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον, ποιεῖν τὸ ἀρεστὸν καὶ τὸ καλὸν ἐναντίον Κυρίου τοῦ θεοῦ σου.

Biblion's Septuagint: the Greek Old Testament in H. B. Swete's edition (Cambridge, 1896–1905), as digitized by the Open Greek and Latin project at the University of Leipzig (First1KGreek), corrected against the printed pages, with lemmas, morphology, Strong's numbers and links to the Hebrew prepared for Biblion. CC BY-SA 4.0.