Strong's numbers
καθεύδω G2518
katheúdō
kath-yoo'-do
from κατά and (to sleep); to lie down to rest, i.e. (by implication) to fall asleep (literally or figuratively):--(be a-)sleep.
Abbott–Smith
SYN.: κοιμάω.
From G. Abbott-Smith, A Manual Greek Lexicon of the New Testament (1922), in the public domain.
20 occurrences
Shown in the King James Version (KJV), whichever translation you read in — it is the text these numbers are tagged against.
-
Matthew 8:24
And, behold, there arose a great tempest in the sea, insomuch that the ship was covered with the waves: but he was asleep.
-
Matthew 9:24
He said unto them, Give place: for the maid is not dead, but sleepeth. And they laughed him to scorn.
-
Matthew 13:25
But while men slept, his enemy came and sowed tares among the wheat, and went his way.
-
Matthew 25:5
While the bridegroom tarried, they all slumbered and slept.
-
Matthew 26:40
And he cometh unto the disciples, and findeth them asleep, and saith unto Peter, What, could ye not watch with me one hour?
-
Matthew 26:43
And he came and found them asleep again: for their eyes were heavy.
-
Matthew 26:45
Then cometh he to his disciples, and saith unto them, Sleep on now, and take your rest: behold, the hour is at hand, and the Son of man is betrayed into the hands of sinners.
-
Mark 4:27
And should sleep, and rise night and day, and the seed should spring and grow up, he knoweth not how.
-
Mark 4:38
And he was in the hinder part of the ship, asleep on a pillow: and they awake him, and say unto him, Master, carest thou not that we perish?
-
Mark 5:39
And when he was come in, he saith unto them, Why make ye this ado, and weep? the damsel is not dead, but sleepeth.
34 in the Septuagint, in 31 verses
-
Genesis 28:13
ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς καὶ εἶπεν Ἐγὼ ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ· μὴ φοβοῦ· ἡ γῆ ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου.
-
Genesis 39:10
ἡνίκα δὲ ἐλάλει Ἰωσὴφ ἡμέραν ἐξ ἡμέρας, καὶ οὐχ ὑπήκουεν αὐτῇ καθεύδειν μετ’ αὐτῆς τοῦ συγγενέσθαι αὐτῇ.
-
Deuteronomy 11:19
καὶ διδάξετε αὐτὰ τὰ τέκνα ὑμῶν λαλεῖν ἐν αὐτοῖς, καθημένου σου ἐν οἴκῳ καὶ πορευομένου σου ἐν ὁδῷ, καὶ καθεύδοντός σου καὶ διανισταμένου σου.
-
1 Kingdoms 3:3
καὶ ὁ λύχνος τοῦ θεοῦ πρὶν ἐπισκευασθῆναι, καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ οὗ ἡ κιβωτὸς τοῦ θεοῦ.
-
1 Kingdoms 3:5
καὶ ἔδραμεν πρὸς Ἠλεὶ καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε· ἀνάστρεφε, κάθευδε. καὶ ἀνέστρεψεν καὶ ἐκάθευδεν.
-
1 Kingdoms 3:6
καὶ προσέθετο Κύριος καὶ ἐκάλεσεν Σαμουὴλ Σαμουήλ· καὶ ἐπορεύθη πρὸς Ἠλεὶ τὸ δεύτερον καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε· ἀνάστρεφε, κάθευδε.
-
1 Kingdoms 3:9
καὶ εἶπεν Ἀνάστρεφε, κάθευδε, τέκνον· καὶ ἔσται ἐὰν καλέσῃ σε, καὶ ἐρεῖς Λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου. καὶ ἐπορεύθη Σαμουὴλ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ.
-
1 Kingdoms 19:9
καὶ ἐγένετο πνεῦμα θεοῦ πονηρὸν ἐπὶ Σαούλ, καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων, καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ Δαυεὶδ ἔψαλλεν ταῖς χερσὶν αὐτοῦ.
-
1 Kingdoms 26:5
καὶ ἀνέστη Δαυεὶδ λάθρα καὶ εἰσπορεύεται εἰς τὸν τόπον οὗ ἐκάθευδεν ἐκεῖ Σαούλ, καὶ ἐκεῖ Ἀβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος αὐτοῦ. καὶ Σαοὺλ ἐκάθευδεν ἐν λαμπήνῃ, καὶ ὁ λαὸς παρεμβεβληκὼς κύκλῳ αὐτοῦ.
-
1 Kingdoms 26:7
καὶ εἰσπορεύεται Δαυεὶδ καὶ Ἀβεισὰ εἰς τὸν λαὸν τὴν νύκτα, καὶ ἰδοὺ Σαοὺλ καθεύδων ὕπνῳ ἐν λαμπήνῃ, καὶ τὸ δόρυ αὐτοῦ ἐνπεπηγὸς εἰς τὴν γῆν πρὸς κεφαλῆς αὐτοῦ, καὶ Ἀβεννὴρ καὶ ὁ λαὸς αὐτοῦ ἐκάθευδεν κύκλῳ αὐτοῦ.
-
2 Kingdoms 4:5
Καὶ ἐπορεύθησαν υἱοὶ Ῥεμμὼν τοῦ Βηρωθαίου Ῥεκχὰ καὶ Βαὰμ καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Μεμφιβόσθε, καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας.
-
2 Kingdoms 4:6
καὶ ἰδοὺ ἡ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρεν πυροὺς καὶ ἐνύσταξεν καὶ ἐκάθευδεν, καὶ Ῥεκχὰ καὶ Βαμμὰ οἱ ἀδελφοὶ διέλαθον·
-
2 Kingdoms 4:7
καὶ εἰσῆλθον εἰς τὸν οἶκον, καὶ Μεμφιβόσθε ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ· καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσιν, καὶ ἀναφαιροῦσιν τὴν κεφαλὴν αὐτοῦ, καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα.
-
2 Kingdoms 12:3
καὶ τῷ πένητι οὐδὲν ἀλλ’ ἢ ἀμνὰς μία μικρά, ἣν ἐκτήσατο καὶ περιεποιήσατο καὶ ἐξέθρεψεν αὐτήν, καὶ ἡδρύνθη μετ’ αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτό· ἐκ τοῦ ἄρτου αὐτοῦ ἥσθιεν καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἕπινεν καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν καὶ ἦν αὐτῷ ὡς θυγάτηρ.
-
3 Kingdoms 18:27
καὶ ἐγένετο μεσημβρία καὶ ἐμυκτήρισεν αὐτοὺς Ἠλειοὺ ὁ θεσβείτης καὶ εἶπεν Ἐπικαλείσθε ἐν φωνῇ μεγάλῃ, ὅτι θεός ἐστιν, ὅτι ἀδολεσχία αὐτῷ ἐστιν, καὶ ἅμα μή ποτε χρηματίζει αὐτός, ἢ μή ποτε καθεύδει αὐτός, καὶ ἐξαναστήσεται.
-
1 Esdras 3:6
καὶ πορφύραν περιβαλέσθαι καὶ ἐν χρυσώμασιν πίνειν καὶ ἐπὶ χρυσῷ καθεύδειν καὶ ἅρμα χρυσοχάλινον καὶ κίδαριν βυσσίνην καὶ μανιάκην περὶ τὸν τράχηλον,
-
1 Esdras 4:10
καὶ πᾶς ὁ λαὸς αὐτοῦ καὶ αἱ δυνάμεις αὐτοῦ ἐνακούουσιν. πρὸς δὲ τούτοις αὐτὸς ἀνάκειται, ἐσθίει καὶ πίνει καὶ καθεύδει.
-
Judith 14:14
καὶ εἰσῆλθεν Βαγώας καὶ ἔκρουσε τὴν αὐλαίαν τῆς σκηνῆς· ὑπενοεῖτο γὰρ καθεύδειν αὐτὸν μετὰ Ἰουδείθ.
-
Tobit (B + A) 8:13
καὶ εἰσῆλθεν ἡ παιδίσκη ἀνοίξασα τὴν θύραν, καὶ εὗρεν τοὺς δύο καθεύδοντας.
-
Psalms 87:6
ἐν νεκροῖς ἐλεύθερος· ὡσεὶ τραυματίαι ἐρριμμένοι καθεύδοντες ἐν τάφῳ, ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν·
-
Proverbs 3:24
ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ, ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις·
-
Proverbs 6:22
ἡνίκα ἂν περιπατῇς ἐπάγου αὐτὴν καὶ μετὰ σοῦ ἔστω· ὡς δ’ ἂν καθεύδῃς φυλασσέτω σε, ἴνα ἐγειρομένῳ συλλαλῇ σοι.
-
Song of Songs 5:2
Ἐγὼ καθεύδω, καὶ ἡ καρδία μου ἀγρυπνεῖ φωνὴ ἀδελφιδοῦ μου, κρούει ἐπὶ τὴν θύραν Ἄνοιξόν μοι, ἀδελφή μου, ἡ πλησίον μου. περιστερά μου, τελεία μου, ὅτι ἡ κεφαλή μου ἐπλήσθη δρόσου καὶ οἱ βόστρυχοί μου ψεκάδων νυκτός.
-
Sirach 22:7
συνκολλῶν ὄστρακον ὁ διδάσκων μωρόν, ἐξεγείρων καθεύδοντα ἐκ βαθέος ὕπνου·
-
Amos 6:4
οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν, καὶ ἔσθοντες ἐρίφους ἐκ ποιμνίων καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά,
-
Jonah 1:5
καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόησαν ἕκαστος πρὸς τὸν θεὸν αὐτοῦ, καὶ ἐκβολὴν ἐποιήσαντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν, τοῦ κουφισθῆναι ἀπ’ αὐτῶν· Ἰωνᾶς δὲ κατέβη εἰς τὴν κοίλην τοῦ πλοίου, καὶ ἐκάθευδεν καὶ ἔρεγχεν.
-
Isaiah 51:20
οἱ υἱοί σου οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπ’ ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεφθον, οἱ πλήρεις θυμοῦ Κυρίου, ἐκλελυμένοι διὰ Κυρίου τοῦ θεοῦ.
-
Ezekiel 4:9
καὶ σὺ λάβε σεαυτῷ πυροὺς καὶ κριθὰς καὶ κύαμον καὶ φακὸν καὶ κέγχρον καὶ ὄλυραν, καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγγος ἓν ὀστράκινον, καὶ ποιήσεις αὐτὰ σαυτῷ εἰς ἄρτους, καὶ κατ’ ἀριθμὸν τῶν ἡμερῶν ἃς σὺ καθεύδεις ἐπὶ τοῦ πλευροῦ σου, ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας, φάγεσαι αὐτά.
-
Daniel (Old Greek) 4:7
ἐπὶ τῆς κοίτης μου ἐκάθευδον, καὶ ἰδοὺ δένδρον ὑψηλὸν φυόμενον ἐπὶ τῆς γῆς, καὶ ἡ ὅρασις αὐτοῦ μεγάλη, καὶ οὐκ ἦν ἄλλο ὅμοιον αὐτῷ.
-
Daniel (Old Greek) 12:2
καὶ πολλοὶ τῶν καθευδόντων ἐν τῷ πλάτει τῆς γῆς ἀναστήσονται, οἱ μὲν εἰς ζωὴν αἰώνιον, οἱ δὲ εἰς ὀνειδισμόν, οἱ δὲ εἰς διασπορὰν καὶ αἰσχύνην αἰώνιον·
-
Daniel (Theodotion) 12:2
καὶ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἐξεγερθήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον·
Biblion's Septuagint: the Greek Old Testament in H. B. Swete's edition (Cambridge, 1896–1905), as digitized by the Open Greek and Latin project at the University of Leipzig (First1KGreek), corrected against the printed pages, with lemmas, morphology, Strong's numbers and links to the Hebrew prepared for Biblion. CC BY-SA 4.0.