Kept for this visit
Notes, starred and highlighted verses and bookmarks kept while signed out last until this visit ends. Create a free account and everything you keep here moves into it, saved for good.

Strong's numbers

ἀμνός G286

amnós

am-nos'

apparently a primary word; a lamb:--lamb.

Abbott–Smith

ἀμνός, -οῦ, ὁ [in LXX chiefly for כֶּבֶשׂ;]
a lamb: fig., of Christ (DCG, ii, 620b), Jo 1:29, 36, Ac 8:32(LXX), I Pe 1:19 (cf. ἀρνίον; Cremer, 102, 635).†

From G. Abbott-Smith, A Manual Greek Lexicon of the New Testament (1922), in the public domain.


4 occurrences

Shown in the King James Version (KJV), whichever translation you read in — it is the text these numbers are tagged against.

  • John 1:29
    The next day John seeth Jesus coming unto him, and saith, Behold the Lamb of God, which taketh away the sin of the world.
  • John 1:36
    And looking upon Jesus as he walked, he saith, Behold the Lamb of God!
  • Acts 8:32
    The place of the scripture which he read was this, He was led as a sheep to the slaughter; and like a lamb dumb before his shearer, so opened he not his mouth:
  • 1 Peter 1:19
    But with the precious blood of Christ, as of a lamb without blemish and without spot:

101 in the Septuagint, in 93 verses

The first 40, in the order of the Septuagint’s books.

  • Genesis 30:40
    τοὺς δὲ ἀμνοὺς διέστειλεν Ἰακώβ, καὶ ἔστησεν ἔναν. τίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς· καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ’ ἑαυτόν, καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λαβάν.
  • Genesis 31:7
    δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλλαξεν τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ θεὸς κακοποιῆσαί με.
  • Genesis 33:19
    καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ, οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, παρὰ Ἑμμὼρ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν·
  • Exodus 29:38
    Καὶ ταῦτά ἐστιν ἃ ποιήσεις ἐπὶ τοῦ θυσιαστηρίου· ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχῶς, κάρπωμα ἐνδελεχισμοῦ·
  • Exodus 29:39
    τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωί, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν·
  • Exodus 29:40
    καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ κεκομμένῳ, τῷ τετάρτῳ τοῦ εἵν, καὶ σπονδὴν τὸ τέταρτον τοῦ εἳν οἴνου τῷ ἀμνῷ τῷ ἑνί·
  • Exodus 29:41
    καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν· κατὰ τὴν θυσίαν τὴν πρωινὴν καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσεις ὀσμὴν εὐωδίας κάρπωμα Κυρίῳ,
  • Leviticus 9:3
    καὶ τῇ γερουσίᾳ Ἰσραὴλ λάλησον λέγων Λάβετε χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας, καὶ μοσχάριον καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωσιν, ἄμωμα,
  • Leviticus 12:6
    καὶ ὅταν ἀναπληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς ἐφ’ υἱῷ ἢ ἐπὶ θυγατρί, προσοίσει ἀμνὸν ἐνιαύσιον ἄμωμον εἰς ὁλοκαύτωμα καὶ νοσσὸν περιστερᾶς ἢ τρυγόνα περὶ ἁμαρτίας ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα·
  • Leviticus 12:8
    ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτῆς τὸ ἱκανὸν εἰς ἀμνόν, καὶ λήμψεται δύο τρυγόνας ἢ δύο νοσσοὺς περιστερῶν, μίαν εἰς ὁλοκαύτωμα καὶ μίαν περὶ ἁμαρτίας· καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεύς, καὶ καθαρισθήσεται.
  • Leviticus 14:10
    καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόη λήμψεται δύο ἀμνοὺς ἐνιαυσίους ἀμώμους, καὶ πρόβατον ἐνιαύσιον ἄμωμον, καὶ τρία δέκατα σεμιδάλεως εἰς θυσίαν πεφυραμένης ἐν ἐλαίῳ, καὶ κοτύλην ἐλαίου μίαν·
  • Leviticus 14:12
    καὶ λήμψεται ὁ ἱερεὺς τὸν ἀμνὸν τὸν ἕνα, καὶ προσάξει αὐτὸν τῆς πλημμελίας, καὶ τὴν κοτύλην τοῦ ἐλαίου, καὶ ἀφοριεῖ αὐτὸ ἀφόρισμα ἔναντι Κυρίου.
  • Leviticus 14:13
    καὶ σφάξουσιν τὸν ἀμνὸν ἐν τόπῳ οὗ σφάζουσιν τὰ ὁλοκαυτώματα καὶ τὰ περὶ ἁμαρτίας, ἐν τόπῳ ἁγίῳ· ἔστιν γὰρ τὸ περὶ ἁμαρτίας ὥσπερ τὸ τῆς πλημμελίας, ἔστιν τῷ ἱερεῖ· ἅγια ἁγίων ἐστίν.
  • Leviticus 14:21
    Ἐὰν δὲ πένηται ἡ χεὶρ αὐτοῦ καὶ μὴ εὑρίσκῃ, λήμψεται ἀμνὸν ἕνα εἰς ὃ ἐπλημμέλησεν εἰς ἀφαίρεμα ὥστε ἐξιλάσασθαι περὶ αὐτοῦ, καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίῳ εἰς θυσίαν, καὶ κοτύλην ἐλαίου μίαν,
  • Leviticus 14:24
    καὶ λαβὼν ὁ ἱερεὺς τὸν ἀμνὸν τῆς πλημμελίας καὶ τὴν κοτύλην τοῦ ἐλαίου ἐπιθήσει αὐτὰ ἐπίθεμα ἔναντι Κυρίου.
  • Leviticus 14:25
    καὶ σφάξει τὸν ἀμνὸν τῆς πλημμελίας, καὶ λήμψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ τῆς πλημμελίας, καὶ ἐπιθήσει ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς τοῦ δεξιοῦ τοῦ καθαριζομένου καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ.
  • Leviticus 23:18
    καὶ προσάξει μετὰ τῶν ἄρτων ἑπτὰ ἀμνοὺς ἀμώμους ἐνιαυσίους καὶ μόσχον ἕνα ἐκ βουκολίου καὶ κριοὺς δύο ἀμώμους· ἔσονται ὁλοκαύτωμα τῷ κυρίῳ, καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν· θυσίαν ὀσμὴν εὐωδίας τῷ κυρίῳ.
  • Leviticus 23:19
    καὶ ποιήσουσιν χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας καὶ δύο ἀμνοὺς ἐνιαυσίους εἰς θυσίαν σωτηρίου μετὰ τῶν ἄρτων τοῦ πρωτογενήματος·
  • Leviticus 23:20
    καὶ ἐπιθήσει αὐτὰ ὁ ἱερεὺς μετὰ τῶν ἄρτων τοῦ πρωτογενήματος ἐπίθεμα ἔναντι Κυρίου μετὰ τῶν δύο ἀμνῶν· ἅγια ἔσονται τῷ κυρίῳ· τῷ ἱερεῖ τῷ προσφέροντι αὐτά, αὐτῷ ἔσται.
  • Numbers 6:12
    ᾗ ἡγιάσθη Κυρίῳ τὰς ἡμέρας τῆς εὐχῆς, καὶ προσάξει ἀμνὸν ἐνιαύσιον εἰς πλημμελίαν· καὶ αἱ ἡμέραι αἱ πρότεραι ἄλογοι ἔσονται, ὅτι ἐμιάνθη κεφαλὴ εὐχῆς αὐτοῦ.
  • Numbers 6:14
    καὶ προσάξει τὸ δῶρον αὐτοῦ Κυρίῳ, ἀμνὸν ἐνιαύσιον ἄμωμον ἕνα εἰς ὁλοκαύτωσιν, καὶ ἀμνάδα ἐνιαυσίαν ἄμωμον μίαν εἰς ἁμαρτίαν, καὶ κριὸν ἕνα ἄμωμον εἰς σωτήριον,
  • Numbers 7:15
    μόσχον ἕνα ἐκ βοῶν καὶ κριὸν ἕνα,, ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
  • Numbers 7:21
    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
  • Numbers 7:27
    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
  • Numbers 7:33
    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
  • Numbers 7:39
    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
  • Numbers 7:45
    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
  • Numbers 7:51
    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα.
  • Numbers 7:57
    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
  • Numbers 7:63
    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
  • Numbers 7:69
    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
  • Numbers 7:75
    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
  • Numbers 7:81
    μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα·
  • Numbers 7:87
    πᾶσαι αἱ βόες αἱ εἰς ὁλοκαύτωσιν μόσχοι ιβ΄· κριοὶ δώδεκα, ἀμνοὶ ἐνιαύσιοι ιβ΄, καὶ αἱ θυσίαι αὐτῶν καὶ αἱ σπονδαὶ αὐτῶν· καὶ χίμαροι ἐξ αἰγῶν δώδεκα περὶ ἁμαρτίας.
  • Numbers 15:5
    καὶ οἶνον εἰς σπονδὴν τὸ τέταρτον τοῦ εἳν ποιήσετε ἐπὶ τῆς ὁλοκαυτώσεως ἢ ἐπὶ τῆς θυσίας· τῷ ἀμνῷ τῷ ἑνὶ ποιήσεις τοσοῦτο, κάρπωμα, ὀσμὴν εὐωδίας τῷ κυρίῳ.
  • Numbers 15:11
    οὕτως ποιήσεις τῷ μόσχῳ τῷ ἑνὶ ἢ τῷ κριῷ τῷ ἑνὶ ἢ τῷ ἀμνῷ τῷ ἑνὶ ἐκ τῶν προβάτων ἢ ἐκ τῶν αἰγῶν·
  • Numbers 28:3
    καὶ ἐρεῖς πρὸς αὐτούς Ταῦτα τὰ καρπώματα ὅσα προσάξετε Κυρίῳ, ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν εἰς ὁλοκαύτωσιν ἐνδελεχῶς·
  • Numbers 28:4
    τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωί, καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν.
  • Numbers 28:7
    καὶ σπονδὴν αὐτοῦ τὸ τέταρτον τοῦ εἳν τῷ ἀμνῷ τῷ ἑνί· ἐν τῷ ἁγίῳ σπείσεις σπονδὴν σίκερα Κυρίῳ.
  • Numbers 28:8
    καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ πρὸς ἑσπέραν· κατὰ τὴν θυσίαν αὐτοῦ καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ ποιήσετε εἰς ὀσμὴν εὐωδίας Κυρίου.

Biblion's Septuagint: the Greek Old Testament in H. B. Swete's edition (Cambridge, 1896–1905), as digitized by the Open Greek and Latin project at the University of Leipzig (First1KGreek), corrected against the printed pages, with lemmas, morphology, Strong's numbers and links to the Hebrew prepared for Biblion. CC BY-SA 4.0.