Strong's numbers
παραδίδωμι G3860
paradídōmi
par-ad-id'-o-mee
from παρά and δίδωμι; to surrender, i.e yield up, intrust, transmit:--betray, bring forth, cast, commit, deliver (up), give (over, up), hazard, put in prison, recommend.
Abbott–Smith
From G. Abbott-Smith, A Manual Greek Lexicon of the New Testament (1922), in the public domain.
118 occurrences
Shown in the King James Version (KJV), whichever translation you read in — it is the text these numbers are tagged against.
-
Luke 22:6
And he promised, and sought opportunity to betray him unto them in the absence of the multitude.
-
Luke 22:21
But, behold, the hand of him that betrayeth me is with me on the table.
-
Luke 22:22
And truly the Son of man goeth, as it was determined: but woe unto that man by whom he is betrayed!
-
Luke 22:48
But Jesus said unto him, Judas, betrayest thou the Son of man with a kiss?
-
Luke 23:25
And he released unto them him that for sedition and murder was cast into prison, whom they had desired; but he delivered Jesus to their will.
-
Luke 24:7
Saying, The Son of man must be delivered into the hands of sinful men, and be crucified, and the third day rise again.
-
Luke 24:20
And how the chief priests and our rulers delivered him to be condemned to death, and have crucified him.
-
John 6:64
But there are some of you that believe not. For Jesus knew from the beginning who they were that believed not, and who should betray him.
-
John 6:71
He spake of Judas Iscariot the son of Simon: for he it was that should betray him, being one of the twelve.
-
John 12:4
Then saith one of his disciples, Judas Iscariot, Simon's son, which should betray him,
244 in the Septuagint, in 236 verses
The first 40, in the order of the Septuagint’s books.
-
Genesis 14:20
καὶ εὐλογητὸς ὁ θεὸς ὁ ὕψιστος, ὃς παρέδωκεν τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. καὶ ἔδωκεν αὐτῷ δεκάτην ἀπὸ πάντων.
-
Genesis 27:20
εἶπεν δὲ Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ Τί τοῦτο ὃ ταχὺ εὗρες, ὦ τέκνον; ὁ δὲ εἶπεν Ὃ παρέδωκεν Κύριος ὁ θεὸς ἐναντίον μου.
-
Exodus 21:13
ὁ δὲ οὐχ ἑκών, ἀλλὰ ὁ θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτοῦ, δώσω σοι τόπον οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας.
-
Exodus 23:31
καὶ θήσω τὰ ὅριά σου ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης ἕως τῆς θαλάσσης τῆς Φυλιστιείμ, καὶ ἀπὸ τῆς ἐρήμου ἕως τοῦ μεγάλου ποταμοῦ Εὐφράτου· καὶ παραδώσω εἰς τὰς χεῖρας ὑμῶν τοὺς ἐνκαθημένους ἐν τῇ γῆ, καὶ ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ.
-
Leviticus 26:25
καὶ ἐπάξω ἐφ’ ὑμᾶς μάχαιραν ἐκδικοῦσαν δίκην διαθήκης, καὶ καταφεύξεσθε εἰς τὰς πόλεις ὑμῶν· καὶ ἐξαποστελῶ θάνατον εἰς ὑμᾶς, καὶ παραδοθήσεσθε εἰς χεῖρας ἐχθρῶν.
-
Numbers 21:2
καὶ ηὔξατο Ἰσραὴλ εὐχὴν Κυρίῳ καὶ εἶπεν Ἐάν μοι παραδῷς τὸν λαὸν τοῦτον ὑποχείριον, ἀναθεματιῶ αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ.
-
Numbers 21:3
καὶ εἰσήκουσεν Κύριος τῆς φωνῆς Ἰσραὴλ καὶ παρέδωκεν τὸν Χανανεὶν ὑποχείριον αὐτοῦ· καὶ ἀνεθεμάτισεν αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ, καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἀνάθεμα.
-
Numbers 21:34
καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ. καὶ ποιήσεις αὐτῷ καθὼς ἐποίησας τῷ Σηὼν βασιλεῖ τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἑσεβών.
-
Numbers 32:4
τὴν γῆν ἣν παραδέδωκεν Κύριος ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, γῆ κτηνοτρόφος ἐστίν, καὶ τοῖς παισίν σου κτήνη ὑπάρχει.
-
Deuteronomy 1:8
ἴδετε παραδέδωκεν ἐνώπιον ὑμῶν τὴν γῆν· εἰσπορευθέντες κληρονομήσατε τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, δοῦναι αὐτοῖς καὶ τῷ σπέρματι αὐτῶν μετ’ αὐτούς.
-
Deuteronomy 1:21
ἴδετε παραδέδωκεν ὑμῖν Κύριος ὁ θεὸς ἡμῶν πρὸ προσώπου ὑμῶν τὴν γῆν· ἀναβάντες κληρονομήσατε, ὃν τρόπον εἶπεν Κύριος ὁ θεὸς τῶν πατέρων ἡμῶν ὑμῖν· μὴ φοβεῖσθε μηδὲ δειλιάσητε.
-
Deuteronomy 1:27
καὶ διεγογγύζετε ἐν ταῖς σκηναῖς ὑμῶν καὶ εἴπατε Διὰ τὸ μισεῖν Κύριον ἡμᾶς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, παραδοῦναι ἡμᾶς εἰς χεῖρας Ἀμορραίων, ἐξολεθρεῦσαι ἡμᾶς·
-
Deuteronomy 2:24
νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε, καὶ παρέλθατε ὑμεῖς τὴν φάραγγα Ἀρνῶν· ἰδοὺ παραδέδωκα εἰς χεῖράς σου τὸν Σηὼν βασιλέα Ἐσεβὼν τὸν Ἀμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἐνάρχου κληρονομεῖν, σύναπτε πρὸς αὐτὸν πόλεμον.
-
Deuteronomy 2:30
καὶ οὐκ ἠθέλησεν Σηὼν βασιλεὺς Ἑσεβὼν παρελθεῖν ἡμᾶς δι’ αὐτοῦ, ὅτι ἐσκλήρυνεν Κύριος ὁ θεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ καὶ κατίσχυσεν τὴν καρδίαν αὐτοῦ, ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ.
-
Deuteronomy 2:31
καὶ εἶπεν Κύριος πρὸς μέ Ἴδου ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν Σηὼν βασιλέα Ἑσεβὼν τὸν Ἀμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ.
-
Deuteronomy 2:33
καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν, καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ·
-
Deuteronomy 2:36
ἐξ Ἀροὴρ ἥ ἐστιν παρὰ τὸ χεῖλος χειμάρρου Ἀρνῶν, καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι, καὶ ἕως ὄρους τοῦ Γαλαάδ· οὐκ ἐγενήθη πόλις ἥτις διέφυγεν ἡμᾶς, τὰς πάσας παρέδωκεν Κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν.
-
Deuteronomy 3:2
καὶ εἶπεν Κύριος πρὸς μέ Μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ· καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας Σηὼν βασιλεῖ τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἑσεβών.
-
Deuteronomy 3:3
καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν ὅγ’ βασιλέα τῆς βασὰν καὶ πάντα τὸν λαὸν αὐτοῦ· καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα.
-
Deuteronomy 7:2
καὶ παραδώσει αὐτοὺς Κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου, καὶ πατάξεις αὐτούς, ἀφανισμῷ ἀφανιεῖς αὐτούς· οὐ διαθήσῃ πρὸς αὐτοὺς διαθήκην, οὐδὲ μὴ ἐλεήσητε αὐτούς,
-
Deuteronomy 7:23
καὶ παραδώσει αὐτοὺς Κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου, καὶ ἀπολεῖς αὐτοὺς ἀπωλίᾳ μεγάλῃ ἕως ἂν ἐξολεθρεύσῃ αὐτούς·
-
Deuteronomy 7:24
καὶ παραδώσει τοὺς βασιλεῖς αὐτῶν εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνων· οὐκ ἀντιστήσεται οὐδεὶς κατὰ πρόσωπόν σου, ἕως ἂν ἐξολεθρεύσῃ αὐτούς.
-
Deuteronomy 19:12
καὶ ἀποστελοῦσιν ἡ γερουσία τῆς πόλεως αὐτοῦ καὶ λήμψονται αὐτὸν ἐκεῖθεν, καὶ παραδώσουσιν αὐτὸν εἰς χεῖρας τῶν ἀγχιστευόντων τοῦ αἵματος, καὶ ἀποθανεῖται·
-
Deuteronomy 20:13
ἕως ἂν παραδῷ σοι αὐτὴν Κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου, καὶ πατάξεις πᾶν ἀρσενικὸν αὐτῆς ἐν φόνῳ μαχαίρας,
-
Deuteronomy 20:20
ἀλλὰ ξύλον ὃ ἐπίστασαι ὅτι οὐ καρπόβρωτόν ἐστιν, τοῦτο ὀλεθρεύσεις καὶ ἐκκόψεις καὶ οἰκοδομήσεις χαράκωσιν ἐπὶ τὴν πόλιν ἥτις ποιεῖ πρὸς σὲ τὸν πόλεμον, ἕως ἂν παραδοθῇ.
-
Deuteronomy 21:10
Ἐὰν δὲ ἐξελθὼν εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ παραδῷ σοι Κύριος ὁ θεός σου εἰς τὰς χεῖράς σου, καὶ προνομεύσεις τὴν προνομὴν αὐτῶν,
-
Deuteronomy 23:14
ὅτι Κύριος ὁ θεός σου ἐνπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου, ἐξελέσθαι σε καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου· καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος, καὶ στρέψει ἀπὸ σοῦ.
-
Deuteronomy 23:15
Οὐ παραδώσεις παῖδα τῷ κυρίῳ, ὃς προστέθειταί σοι παρὰ τοῦ κυρίου αὐτοῦ·
-
Deuteronomy 28:7
παραδῷ Κύριος ὁ θεός σου τοὺς ἐχθρούς σου τοὺς ἀνθεστηκότας σοι συντετριμμένους πρὸ προσώπου σου· ὁδῷ μιᾷ ἐξελεύσονται πρὸς σέ, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξονται ἀπὸ προσώπου σου.
-
Deuteronomy 31:5
καὶ παρέδωκεν αὐτοὺς Κύριος ὑμῖν· καὶ ποιήσετε αὐτοῖς καθότι ἐνετειλάμην ὑμῖν.
-
Deuteronomy 32:30
πῶς διώξεται εἷς χιλίους, καὶ δύο μετακινήσουσιν μυριάδας εἰ μὴ ὁ θεὸς ἀπέδοτο αὐτούς, καὶ Κύριος παρέδωκεν αὐτούς;
-
Joshua 2:14
καὶ εἶπαν αὐτῇ οἱ ἄνδρες Ἡ ψυχὴ ἡμῶν ἀνθ’ ὑμῶν εἰς θάνατον. καὶ αὐτὴ εἶπεν Ὡς ἂν παραδοῖ Κύριος ὑμῖν τὴν πόλιν, ποιήσετε εἰς ἐμὲ ἔλεος καὶ ἀλήθειαν.
-
Joshua 2:24
καὶ εἶπαν πρὸς Ἰησοῦν ὅτι Παρέδωκεν Κύριος πᾶσαν τὴν γῆν ἐν χειρὶ ἡμῶν, καὶ κατέπτηκεν πᾶς ὁ κατοικῶν τὴν γῆν ἐκείνην ἀφ’ ἡμῶν.
-
Joshua 6:2
καὶ εἶπεν Κύριος πρὸς Ἰησοῦν ἰδοὺ ἐγὼ παραδίδωμι τὴν Ἰερειχὼ ὑποχειρίαν καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ, δυνατοὺς ὄντας ἐν ἰσχύι
-
Joshua 6:16
καὶ τῇ περιόδῳ ἑβδόμῃ ἐσάλπισαν οἱ ἱερεῖς, καὶ εἶπεν ὁ Ἰησοῦς τοῖς υἱοῖς Ἰσραήλ Κεκράξατε· παρέδωκεν γὰρ Κύριος ὑμῖν τὴν πόλιν.
-
Joshua 7:7
καὶ εἶπεν Ἰησοῦς Δέομαι, Κύριε, ἵνα τί διεβίβασεν ὁ παῖς σου τὸν λαὸν τοῦτον τὸν Ἰορδάνην, παραδοῦναι αὐτὸν τῷ Ἀμορραίῳ ἀπολέσαι ἡμᾶς; καὶ εἰ κατεμείναμεν καὶ κατῳκίσθημεν παρὰ τὸν Ἰορδάνην.
-
Joshua 8:18
καὶ εἶπεν Κύριος πρὸς Ἰησοῦν Ἔκτεινον τὴν χεῖρά σου ἐν τῷ γαίσῳ τῷ ἐν τῇ χειρί σου ἐπὶ τὴν πόλιν, εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτήν· καὶ τὰ ἔνεδρα ἐξαναστήσονται ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν. καὶ ἐξέτεινεν Ἰησοῦς τὴν χεῖρα αὐτοῦ, τὸν γαῖσον, ἐπὶ τὴν πόλιν·
-
Joshua 10:8
καὶ εἶπεν Κύριος πρὸς Ἰησοῦν Μὴ φοβηθῇς αὐτούς, εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτούς· οὐχ ὑπολειφθήσεται ἐξ αὐτῶν οὐθεὶς ἐνώπιον ὑμῶν.
-
Joshua 10:12
Τότε ἐλάλησεν Ἰησοῦς πρὸς Κύριον, ᾗ ἡμέρᾳ παρέδωκεν ὁ θεὸς τὸν Ἀμορραῖον ὑποχείριον Ἰσραήλ, ἡνίκα συνέτριψεν αὐτοὺς ἐν Γαβαὼν καὶ συνετρίβησαν ἀπὸ προσώπου υἱῶν Ἰσραήλ· καὶ εἶπεν Ἰησοῦς Στήτω ὁ ἥλιος κατὰ Γαβαών, καὶ ἡ σελήνη κατὰ Φάραγγα Ἁλῶν.
-
Joshua 10:19
ὑμεῖς δὲ μὴ ἑστήκατε καταδιώκοντες ὀπίσω τῶν ἐχθρῶν ὑμῶν, καὶ καταλάβετε τὴν οὐραγίαν αὐτῶν καὶ μὴ ἀφῆτε εἰσελθεῖν εἰς τὰς πόλεις αὐτῶν· παρέδωκεν γὰρ αὐτοὺς Κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν.
Biblion's Septuagint: the Greek Old Testament in H. B. Swete's edition (Cambridge, 1896–1905), as digitized by the Open Greek and Latin project at the University of Leipzig (First1KGreek), corrected against the printed pages, with lemmas, morphology, Strong's numbers and links to the Hebrew prepared for Biblion. CC BY-SA 4.0.