Kept for this visit
Notes, starred and highlighted verses and bookmarks kept while signed out last until this visit ends. Create a free account and everything you keep here moves into it, saved for good.

Strong's numbers

χαίρω G5463

chaírō

khah'-ee-ro

a primary verb; to be "cheer"ful, i.e. calmly happy or well-off; impersonally, especially as salutation (on meeting or parting), be well:--farewell, be glad, God speed, greeting, hall, joy(- fully), rejoice.

Abbott–Smith

χαίρω [in LXX for שָׂמַח (Ge 45:16, al.), גִּיל (Pr 2:14, al.), etc.; inf., as greeting (v. infr.), Is 48:22 57:21 שָׁלוֹם), I Mac 10:18, II Mac 1:1 and freq. in these books ;]
1. to rejoice, be glad: Mk 14:11, Lk 15:5, 32 19:6, 37 22:5 23:8, Jo 4:36 8:56 20:20, Ac 5:41 8:39 11:23 13:48, II Co 6:10 7:7 13:9, Phl 2:17, 28, Col 2:5, I Th 5:16, I Pe 4:13, III Jo 3; χ. καὶ ἀγαλλιᾶσθαι, Mt 5:12; κ. σκιρτᾶν, Lk 6:23; opp. to κλαίειν, Ro 12:15, I Co 7:30; to κλαίειν κ. θρηνεῖν Jo 16:20; to λύπην ἔχειν, ib. 22; c. cogn. acc, χ. χαρὰν μεγάλην, Mt 2:10; χαρᾷ χ. (B1., § 38, 3; Dalman, Words, 34 f.), Jo 3:29; ἡ χαρὰ ᾗ χαίρομεν, I Th 3:9; c. prep. (Bl., § 38, 2), ἐπί, c. dat. (simple dat. in cl.), Mt 18:13, Lk 1:14 13:17, Ac 15:31, Ro 16:19, I Co 13:6 16:17, II Co 7:13, Re 11:10; διά, Jo 3:29 11:15, I Th 3:9; ἐν, Phl 1:18; ἀπό, II Co 2:3; c. acc. (Dem.), Phl 2:18; seq. ὅτι, Jo 14:28, II Co 7:9, 16, II Jo 4; ἐν τούτῳ ὅτι, Lk 10:20; c. dat., Ro 12:1; ἐν κυρίῳ, Phl 4:10
2. In salutations, imperat., χαῖρε, χαίρετε,
(a) at meeting, hail: Mt 26:49 27:29, Mk 15:18, Lk 1:28, Jo 19:3; pl., Mt 28:9; so χαίρειν λέγω, to give greeting, II Jo 11; in letters, χαίρειν (sc. λέγει; Bl., § 81, 1), greeting: Ac 15:23 23:26 Ja 1:1;
(b) at parting, farewell: II Co 13:11;
(c) on other occasions, be of good cheer: ἐν κυρίῳ, Phl 3:1 4:4 (cf. συν-χαίρω).†

From G. Abbott-Smith, A Manual Greek Lexicon of the New Testament (1922), in the public domain.


68 occurrences

Shown in the King James Version (KJV), whichever translation you read in — it is the text these numbers are tagged against.

  • Philippians 2:17
    Yea, and if I be offered upon the sacrifice and service of your faith, I joy, and rejoice with you all.
  • Philippians 2:18
    For the same cause also do ye joy, and rejoice with me.
  • Philippians 2:28
    I sent him therefore the more carefully, that, when ye see him again, ye may rejoice, and that I may be the less sorrowful.
  • Philippians 3:1
    Finally, my brethren, rejoice in the Lord. To write the same things to you, to me indeed is not grievous, but for you it is safe.
  • Philippians 4:4
    Rejoice in the Lord alway: and again I say, Rejoice.
  • Philippians 4:10
    But I rejoiced in the Lord greatly, that now at the last your care of me hath flourished again; wherein ye were also careful, but ye lacked opportunity.
  • Colossians 1:24
    Who now rejoice in my sufferings for you, and fill up that which is behind of the afflictions of Christ in my flesh for his body's sake, which is the church:
  • Colossians 2:5
    For though I be absent in the flesh, yet am I with you in the spirit, joying and beholding your order, and the stedfastness of your faith in Christ.
  • 1 Thessalonians 3:9
    For what thanks can we render to God again for you, for all the joy wherewith we joy for your sakes before our God;
  • 1 Thessalonians 5:16
    Rejoice evermore.

75 in the Septuagint, in 72 verses

The first 40, in the order of the Septuagint’s books.

  • Genesis 45:16
    Καὶ διεβοήθη ἡ φωνὴ εἰς τὸν οἶκον Φαραὼ λέγοντες Ἥκασιν οἱ ἀδελφοὶ Ἰωσήφ· ἐχάρη δὲ Φαραὼ καὶ ἡ θεραπεία αὐτοῦ.
  • Exodus 4:14
    καὶ θυμωθεὶς ὀργῇ Κύριος ἐπὶ Μωυσῆν εἶπεν Οὐκ ἰδοὺ Ἀαρὼν ὁ ἀδελφός σου ὁ Λευείτης; ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι, καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ.
  • Exodus 4:31
    καὶ ἐπίστευσεν ὁ λαός, καὶ ἐχάρη ὅτι ἐπεσκέψατο ὁ θεὸς τοὺς υἱοὺς Ἰσραὴλ καὶ ὅτι εἶδεν αὐτῶν τὴν θλῖψιν· κύψας δὲ ὁ λαὸς προσεκύνησεν.
  • 1 Kingdoms 19:5
    καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τὸν ἀλλόφυλον, καὶ ἐποίησεν Κύριος σωτηρίαν μεγάλην, καὶ πᾶς Ἰσραὴλ εἶδον καὶ ἐχάρησαν· καὶ τί τί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν Δαυεὶδ δωρεάν;
  • 3 Kingdoms 2:46a
    Καὶ ἦν ὁ βασιλεὺς Σαλωμὼν φρόνιμος σφόδρα καὶ σοφός· καὶ Ἰουδὰ καὶ Ἰσραὴλ πολλοὶ σφόδρα ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες.
  • 3 Kingdoms 5:7
    καὶ ἐγενήθη καθὼς ἤκουσεν Χειρὰμ τῶν λόγων Σαλωμών, ἐχάρη σφόδρα καὶ εἶπεν Εὐλογητὸς ὁ θεὸς σήμερον ὃς ἔδωκεν τῷ Δαυεὶδ υἱὸν φρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν τοῦτον.
  • 3 Kingdoms 8:66
    καὶ ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξαπέστειλεν τὸν λαόν, καὶ εὐλόγησεν αὐτόν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὰ σκηνώματα αὐτοῦ χαίροντες· καὶ ἀγαθὴ ἡ καρδία ἐπὶ τοῖς ἀγαθοῖς οἷς ἐποίησεν Κύριος τῷ Δαυεὶδ δούλῳ αὐτοῦ καὶ τῷ Ἰσραὴλ λαῷ αὐτοῦ.
  • 4 Kingdoms 11:14
    καὶ εἶδεν, καὶ ἰδοὺ ὁ βασιλεὺς εἱστήκει ἐπὶ τοῦ στύλου κατὰ τὸ κρίμα, καὶ οἱ ᾠδοὶ καὶ αἱ σάλπιγγες πρὸς τὸν βασιλέα, καὶ πᾶς ὁ λαὸς τῆς γῆς χαίρων καὶ σαλπίζων ἐν σάλπιγξιν· καὶ διέρρηξεν Γοθολία τὰ ἱμάτια ἑαυτῆς, καὶ ἐβόησεν Σύνδεσμος, σύνδεσμος.
  • 4 Kingdoms 20:13
    καὶ ἐχάρη ἐπ’ αὐτοῖς Ἑζεκίας, καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθά, τὸ ἀργύριον καὶ τὸ χρυσίον, τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν, καὶ τὸν οἶκον τῶν σκευῶν, καὶ ὅσα ηὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ· οὐκ ἦν λόγος ὃν οὐκ ἔδειξεν αὐτοῖς Ἑζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ.
  • 1 Esdras 6:7
    Ἀντίγραφον ἐπιστολῆς ἧς ἔγραψεν Δαρείῳ καὶ ἀπέστειλαν Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόνες Βασιλεῖ Δαρείῳ χαίρειν.
  • 1 Esdras 8:9
    Βασιλεὺς Ἀρταξέρξης Ἔσρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ νόμου Κυρίου χαίρειν.
  • Esther 8:1a
    Ὧν ἐστιν ἀντίγραφον τῆς ἐπιστολῆς τὰ ὑπογεγραμμένα Βασιλεὺς μέγας Ἀρταξέρξης τοῖς ἀπὸ τῆς Ἰνδικῆς ἕως τῆς Αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις χωρῶν ἄρχουσι καὶ τοῖς τὰ ἡμέτερα φρονοῦσι χαίρειν.
  • Esther 8:15
    ὁ δὲ Μαρδοχαῖος ἐξῆλθεν ἐστολισμένος τὴν βασιλικὴν στολὴν καὶ στέφανον ἔχων χρυσοῦν καὶ διάδημα βύσσινον πορφυροῦν· ἰδόντες δὲ οἱ ἐν Σούσοις ἐχάρησαν.
  • Tobit (B + A) 11:15
    ὅτι ἐμαστίγωσας καὶ ἠλέησάς με· ἰδοὺ βλέπω Τωβείαν τὸν υἱόν μου. καὶ εἰσῆλθεν ὁ υἱὸς αὐτοῦ χαίρων, καὶ ἀπήγγειλεν τῷ πατρὶ αὐτοῦ τὰ μεγαλεῖα τὰ γενόμενα αὐτῷ ἐν τῇ Μηδείᾳ.
  • Tobit (B + A) 11:16
    Καὶ ἐξῆλθεν Γωβείας εἰς συνάντησιν τῇ νύμφη αὐτοῦ, χαίρων καὶ εὐλογῶν τὸν θεόν, πρὸς τῇ πύλῃ Νινευή. καὶ ἐθαύμαζον οἱ θεωροῦντες αὐτὸν πορευόμενον, ὅτι ἔβλεψεν·
  • Tobit (B + A) 13:13
    χάρηθι καὶ ἀγαλλίασαι ἐπὶ τοῖς υἱοῖς τῶν δικαίων, ὅτι συναχθήσονται καὶ εὐλογήσουσιν τὸν κύριον τῶν δικαίων.
  • Tobit (B + A) 13:14
    ὦ μακάριοι οἱ ἀγαπῶντές σε· χαρήσονται ἐπὶ τῇ εἰρήνῃ σου. μακάριοι ὅσοι ἐλυπήθησαν ἐπὶ ταῖς μάστιξίν σου, ὅτι ἐπὶ σοὶ χαρήσονται θεασάμενοι πᾶσαν τὴν δόξαν σου· καὶ εὐφρανθήσεται εἰς τὸν αἰῶνα ἡ ψυχή μου.
  • Tobit (B + A) 14:7
    καὶ εὐλογήσουσιν πάντα τὰ ἔθνη Κύριον. καὶ ὁ λαὸς αὐτοῦ ἐξομολογήσεται τῷ θεῷ, καὶ ὑψώσει Κύριος τὸν λαὸν αὐτοῦ· καὶ χαρήσονται πάντες οἱ ἀγαπῶντες Κύριον τὸν θεὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ, ποιοῦντες ἔλεος τοῖς ἀδελφοῖς ἡμῶν.
  • Tobit (B + A) 14:15
    καὶ ἤκουσεν πρὶν ἢ ἀποθανεῖν αὐτὸν τὴν ἀπωλίαν Νινευὴ ἣν ᾐχμαλώτισεν Ναβουχοδονοσὸρ καὶ Ἀσύηρος· ἐχάρη πρὸ τοῦ ἀποθανεῖν ἐπὶ Νινευή. ἀμήν.
  • 1 Maccabees 10:18
    Βασιλεὺς Ἀλέξανδρος τῷ ἀδελφῷ Ἰωναθὰν χαίρειν.
  • 1 Maccabees 10:25
    καὶ ἀπέστειλεν αὐτοῖς κατὰ τοὺς λόγους τούτους Βασιλεὺς Δημήτριος τῷ ἔθνει τῶν Ἰουδαίων χαίρειν.
  • 1 Maccabees 10:26
    ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμᾶς συνθήκας καὶ ἐνεμείνατε τῇ φιλίᾳ ἡμῶν καὶ οὐ προσεχωρήσατε τοῖς ἐχθροῖς ἡμῶν, ἠκούσαμεν καὶ ἐχάρημεν.
  • 1 Maccabees 11:30
    Βασιλεὺς Δημήτριος Ἰωναθὰν τῷ ἀδελφῷ χαίρειν, καὶ ἔθνει Ἰουδαίῳ.
  • 1 Maccabees 11:32
    Βασιλεὺς Δημήτριος Λασθένει τῷ πατρὶ χαίρειν.
  • 1 Maccabees 12:6
    Ἰωναθὰν ἀρχιερεὺς τοῦ ἔθνους καὶ ἡ γερουσία καὶ οἱ ἱερεῖς καὶ ὁ λοιπὸς δῆμος τῶν Ἰουδαίων Σπαρτιάταις τοῖς ἀδελφοῖς χαίρειν.
  • 1 Maccabees 12:20
    Ἄρης βασιλεὺς Σπαρτιατῶν Ὀνείᾳ ἱερεῖ μεγάλῳ χαίρειν.
  • 1 Maccabees 13:36
    Βασιλεὺς Δημήτριος Σίμωνι ἀρχιερεῖ καὶ φίλῳ βασιλέων καὶ πρεσβυτέροις καὶ ἔθνει Ἰουδαίων χαίρειν.
  • 1 Maccabees 14:20
    καὶ τοῦτο τὸ ἀντίγραφον τῶν ἐπιστολῶν ὧν ἀπέστειλαν οἱ Σπαρτιᾶται Σπαρτιατῶν ἄρχοντες καὶ ἡ πόλις Σίμωνι ἱερεῖ μεγάλῳ καὶ τοῖς πρεσβυτέροις καὶ τοῖς ἱερεῦσι καὶ τῷ λοιπῷ δήμῳ τῶν Ἰουδαίων ἀδελφοῖς χαίρειν.
  • 1 Maccabees 15:2
    καὶ ἦσαν περιέχουσαι τὸν τρόπον τοῦτον Βασιλεὺς Ἀντίοχος Σίμωνι ἱερεῖ μεγάλῳ καὶ ἐθνάρχῃ καὶ ἔθνει Ἰουδαίων χαίρειν.
  • 1 Maccabees 15:16
    Λεύκιος ὕπατος Ῥωμαίων Πτολεμαίῳ βασιλεῖ χαίρειν.
  • 2 Maccabees 1:1
    Τοῖς ἀδελφοῖς τοῖς κατ’ Αἴγυπτον Ἰουδαίοις χαίρειν οἱ ἀδελφοὶ οἱ ἐν Ἰεροσολύμοις Ἰουδαῖοι καὶ οἱ ἐν τῇ χώρᾳ τῆς Ἰουδαίας. εἰρήνην ἀγαθήν·
  • 2 Maccabees 1:10
    ἔτους ὀγδοηκοστοῦ καὶ ὀγδόου ἐν Ἰεροσολύμοις. Καὶ οἱ ἐν τῇ Ἰουδαίᾳ καὶ ἡ γερουσία καὶ Ἰούδας Ἀριστοβούλῳ διδασκάλῳ Πτολεμαίου τοῦ βασιλέως, ὄντι δὲ ἀπὸ τοῦ τῶν χριστῶν ἱερέων γένους, καὶ τοῖς ἐν Αἰγύπτῳ Ἰουδαίοις, χαίρειν καὶ ὑγιαίνειν.
  • 2 Maccabees 9:19
    Τοῖς χρηστοῖς Ἰουδαίοις τοῖς πολίταις πολλὰ χαίρειν καὶ ὑγιαίνειν καὶ εὖ πράττειν βασιλεὺς Ἀντίοχος καὶ στρατηγός·
  • 2 Maccabees 11:16
    ἦσαν γὰρ γεγραμμέναι τοῖς Ἰουδαίοις ἐπιστολαὶ παρὰ μὲν Λυσίου, περιέχουσαι τὸν τρόπον τοῦτον Λυσίας τῷ πλήθει τῶν Ἰουδαίων χαίρειν.
  • 2 Maccabees 11:22
    Ἡ δὲ τοῦ βασιλέως ἐπιστολὴ περιεῖχεν οὕτως Βασιλεὺς Ἀντίοχος τῷ ἀδελφῷ Λυσίᾳ χαίρειν.
  • 2 Maccabees 11:27
    Πρὸς δὲ τὸ ἔθνος ἡ τοῦ βασιλέως ἐπιστολὴ τοιάδε ἦν Βασιλεὺς Ἀντίοχος τῇ γερουσίᾳ τῶν Ἰουδαίων καὶ τοῖς ἄλλοις Ἰουδαίοις χαίρειν.
  • 2 Maccabees 11:34
    Ἔπεμψαν δὲ καὶ οἱ Ῥωμαῖοι πρὸς αὐτοὺς ἐπιστολὴν ἔχουσαν οὕτως Κόιντος Μέμμιος, Τίτος Μάνιος, πρεσβῦται Ῥωμαίων, τῷ δήμῳ τῶν Ἰουδαίων χαίρειν.
  • 3 Maccabees 3:12
    Βασιλεὺς Πτολεμαῖος Φιλοπάτωρ τοῖς κατ’ Αἴγυπτον καὶ κατὰ τόπον στρατηγοῖς καὶ στρατιώταις χαίρειν καὶ ἐρρῶσθαι.
  • 3 Maccabees 7:1
    Βασιλεὺς Πτολεμαῖος Φιλοπάτωρ τοῖς κατ’ Αἴγυπτον στρατηγοῖς καὶ πᾶσιν τοῖς τεταγμένοις ἐπὶ πραγμάτων χαίρειν καὶ ἐρρῶσθαι.
  • 4 Maccabees 4:22
    ἐπειδὴ γὰρ πολεμῶν ἣν κατ’ Αἴγυπτον Πτολεμαίῳ, ἤκουσέν τε ὅτι φήμης διαδοθείσης περὶ τοῦ τεθνάναι αὐτόν, ὡς ἔνι μάλιστα χαίροιεν οἱ Ἰεροσολυμεῖται, ταχέως ἐπ’ αὐτοὺς ἀνέζευξεν.

Biblion's Septuagint: the Greek Old Testament in H. B. Swete's edition (Cambridge, 1896–1905), as digitized by the Open Greek and Latin project at the University of Leipzig (First1KGreek), corrected against the printed pages, with lemmas, morphology, Strong's numbers and links to the Hebrew prepared for Biblion. CC BY-SA 4.0.