Strong's numbers
Χριστός G5547
Christós
khris-tos'
from χρίω; anointed, i.e. the Messiah, an epithet of Jesus:--Christ.
Abbott–Smith
From G. Abbott-Smith, A Manual Greek Lexicon of the New Testament (1922), in the public domain.
529 occurrences
Shown in the King James Version (KJV), whichever translation you read in — it is the text these numbers are tagged against.
-
Acts 3:6
Then Peter said, Silver and gold have I none; but such as I have give I thee: In the name of Jesus Christ of Nazareth rise up and walk.
-
Acts 3:18
But those things, which God before had shewed by the mouth of all his prophets, that Christ should suffer, he hath so fulfilled.
-
Acts 3:20
And he shall send Jesus Christ, which before was preached unto you:
-
Acts 4:10
Be it known unto you all, and to all the people of Israel, that by the name of Jesus Christ of Nazareth, whom ye crucified, whom God raised from the dead, even by him doth this man stand here before you whole.
-
Acts 4:26
The kings of the earth stood up, and the rulers were gathered together against the Lord, and against his Christ.
-
Acts 5:42
And daily in the temple, and in every house, they ceased not to teach and preach Jesus Christ.
-
Acts 8:5
Then Philip went down to the city of Samaria, and preached Christ unto them.
-
Acts 8:12
But when they believed Philip preaching the things concerning the kingdom of God, and the name of Jesus Christ, they were baptized, both men and women.
-
Acts 8:37
And Philip said, If thou believest with all thine heart, thou mayest. And he answered and said, I believe that Jesus Christ is the Son of God.
-
Acts 9:20
And straightway he preached Christ in the synagogues, that he is the Son of God.
51 in the Septuagint, in 49 verses
The first 40, in the order of the Septuagint’s books.
-
Leviticus 4:5
καὶ λαβὼν ὁ ἱερεὺς ὁ χριστὸς ὁ τετελειωμένος τὰς χεῖρας ἀπὸ τοῦ αἴματος τοῦ μόσχου, καὶ εἰσοίσει αὐτὸ ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου·
-
Leviticus 4:16
καὶ εἰσοίσει ὁ ἱερεὺς ὁ χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου·
-
Leviticus 6:22
ὁ ἱερεὺς ὁ χριστὸς ἀντ’ αὐτοῦ ἐκ τῶν υἱῶν αὐτοῦ ποιήσει αὐτήν· νόμος αἰώνιος, ἅπαν ἐπιτελεσθήσεται·
-
Leviticus 21:10
ἐπὶ πυρὸς κατακαυθήσεται. Καὶ ὁ ἱερεὺς ὁ μέγας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, τοῦ ἐπικεχυμένου ἐπὶ τὴν κεφαλὴν τοῦ ἐλαίου τοῦ χριστοῦ καὶ τετελειωμένου ἐνδύσασθαι τὰ ἱμάτια, τὴν κεφαλὴν οὐκ ἀποκιδαρώσει καὶ τὰ ἱμάτια οὐ διαρρήξει,
-
Leviticus 21:12
καὶ ἐκ τῶν ἁγίων οὐκ ἐξελεύσεται καὶ οὐ βεβηλώσει τὸ ἡγιασμένον τοῦ θεοῦ αὐτοῦ, ὅτι τὸ ἅγιον ἔλαιον τὸ χριστὸν τοῦ θεοῦ ἐπ’ αὐτῷ· ἐγὼ Κύριος.
-
1 Kingdoms 2:10
Κύριος ἀσθενῆ ποιήσει ἀντίδικον αὐτοῦ· Κύριος ἅγιος. μὴ καυχάσθω ὁ φρόνιμος ἐν τῇ φρονήσει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ· ἀλλ’ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνίειν καὶ γινώσκειν τὸν κύριον, καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἐβρόντησεν· αὐτὸς κρινεῖ ἄκρα γῆς. καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ.
-
1 Kingdoms 2:35
καὶ ἀναστήσω ἐμαυτῷ ἱερέα πιστόν, ὃς πάντα τὰ ἐν τῇ καρδίᾳ μου καὶ τὰ ἐν τῇ ψυχῇ μου ποιήσει· καὶ οἰκοδομήσω αὐτῷ οἶκον πιστόν, καὶ διελεύσεται ἐνώπιον χριστοῦ μου πάσας τὰς ἡμέρας.
-
1 Kingdoms 12:3
ἰδοὺ ἐγώ, ἀποκρίθητε κατ’ ἐμοῦ ἐνώπιον Κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ· μόσχον τινος εἴληφα ἢ ὄνον τίνος εἴληφα, ἢ τίνα κατεδυνάστευσα ὑμῶν ἢ τίνα ἐξεπίεσα, ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα; ἀποκρίθητε κατ’ ἐμοῦ καὶ ἀποδώσω ὑμῖν.
-
1 Kingdoms 12:5
καὶ εἶπεν Σαμουὴλ πρὸς τὸν λαόν Μάρτυς Κύριος ἐν ὑμῖν καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ, ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐθέν· καὶ αἰ εἶπαν Μάρτυς.
-
1 Kingdoms 16:6
καὶ ἐγενήθη ἐν τῷ αὐτοὺς εἰσιέναι καὶ εἶδεν τὸν Ἐλιάβ, καὶ εἶπεν Ἀλλὰ καὶ ἐνώπιον Κυρίου χριστὸς αὐτοῦ.
-
1 Kingdoms 24:7
καὶ εἶπεν Δαυεὶδ πρὸς τοὺς ἄνδρας αὐτοῦ Μηδαμῶς μοι παρὰ Κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ χριστῷ Κυρίου, ἐπενέγκαι χεῖρά μου ἐπ’ αὐτόν· ὅτι χριστὸς Κυρίου ἐστὶν οὗτος.
-
1 Kingdoms 24:11
ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑοράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέν σε Κύριος σήμερον εἰς χεῖρά μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε, καὶ ἐφεισάμην σου καὶ εἶπα Οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου, ὅτι χριστὸς Κυρίου οὗτός ἐστιν.
-
1 Kingdoms 26:9
καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀβεισά Μὴ ταπεινώσῃς αὐτόν, ὅτι τίς ἐποίσει χεῖρα αὐτοῦ ἐπὶ χριστὸν Κυρίου καὶ ἀθῳωθήσεται;
-
1 Kingdoms 26:11
μηδαμῶς μοι παρὰ Κυρίου ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου. καὶ νῦν λάβε δὴ τὸ δόρυ ἀπὸ πρὸς κεφαλῆς αὐτοῦ καὶ τὸν φακὸν τοῦ ὕδατος, καὶ ἀπέλθωμεν καθ’ ἑαυτούς.
-
1 Kingdoms 26:16
καὶ οὐκ ἀγαθὸν τὸ ῥῆμα τοῦτο ὃ πεποίηκας· ζῆ Κύριος, ὅτι υἱοὶ θανατώσεως ὑμεῖς οἱ φυλάσσοντες τὸν βασιλέα κύριον ὑμῶν τὸν χριστὸν Κυρίου· καὶ νῦν ἴδε δὴ τὸ δόρυ τοῦ βασιλέως καὶ ὁ φακὸς τοῦ ὕδατος, ποῦ ἐστιν τὰ πρὸς κεφαλῆς αὐτοῦ.
-
1 Kingdoms 26:23
καὶ Κύριος ἐπιστρέψει ἑκάστῳ τὰς δικαιοσύνας αὐτοῦ καὶ τὴν πίστιν αὐτοῦ· ὡς παρέδωκέν σε Κύριος σήμερον εἰς χεῖράς μου, καὶ οὐκ ἠθέλησα ἐπενεγκεῖν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου.
-
2 Kingdoms 1:14
καὶ εἶπεν αὐτῷ Δαυείδ Πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν Κυρίου;
-
2 Kingdoms 1:16
καὶ εἶπεν Δαυεὶδ πρὸς αὐτόν Τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι ἐθανάτωσα ἐθανάτωσα τὸν χριστὸν Κυρίου.
-
2 Kingdoms 19:21
καὶ ἀπεκρίθη Ἀβεισὰ υἱὸς Σαρουίας καὶ εἶπεν Μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται Σεμεεί, ὅτι κατηράσατο τὸν χριστὸν Κυρίου;
-
2 Kingdoms 22:51
μεγαλύνων σωτηρίας βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυεὶδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
-
2 Kingdoms 23:1
Καὶ οὗτοι οἱ λόγοι Δαυεὶδ οἱ ἔσχατοι Πιστὸς Δαυεὶδ υἱὸς Ἰεσσαί, καὶ πιστὸς ἀνὴρ ὃν ἀνέστησεν Κύριος ἐπὶ χριστὸν θεοῦ Ἰακώβ, καὶ εὐπρεπεῖς ψαλμοὶ Ἰσραήλ.
-
2 Kingdoms 23:3
λέγει ὁ θεὸς Ἰσραήλ· ἐμοὶ ἐλάλησεν φύλαξ ἐξ Ἰσραήλ Παραβολὴν εἰπόν Ἐν ἀνθρώπῳ πῶς κραταιώσητε φόβον χριστοῦ;
-
1 Chronicles 16:22
Μὴ ἅψησθε τῶν χριστῶν μου· ἐν τοῖς προφηταις μου μὴ πονηρεύεσθε.
-
2 Chronicles 22:7
καὶ παρὰ τοῦ θεοῦ ἐγένετο καταστροφὴ Ὀχοζείᾳ ἐλθεῖν πρὸς Ἰωράμ· καὶ ἐν τῷ ἐξελθεῖν ἐξῆλθεν μετ’ αὐτοῦ Ἰωρὰμ πρὸς υἱὸν Ναμεσσεὶ χριστὸν Κυρίου τὸν οἶκον Ἀχαάβ.
-
2 Maccabees 1:10
ἔτους ὀγδοηκοστοῦ καὶ ὀγδόου ἐν Ἰεροσολύμοις. Καὶ οἱ ἐν τῇ Ἰουδαίᾳ καὶ ἡ γερουσία καὶ Ἰούδας Ἀριστοβούλῳ διδασκάλῳ Πτολεμαίου τοῦ βασιλέως, ὄντι δὲ ἀπὸ τοῦ τῶν χριστῶν ἱερέων γένους, καὶ τοῖς ἐν Αἰγύπτῳ Ἰουδαίοις, χαίρειν καὶ ὑγιαίνειν.
-
Psalms 2:2
παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ. διάψαλμα.
-
Psalms 17:51
μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυεὶδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
-
Psalms 19:7
νῦν ἔγνων ὅτι ἔσωσεν Κύριος τὸν χριστὸν αὐτοῦ· ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ, ἐν δυναστείαις ἡ σωτηρία τῆς δεξιᾶς αὐτοῦ.
-
Psalms 27:8
Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ χριστοῦ αὐτοῦ ἐστιν.
-
Psalms 83:10
ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ θεός, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου.
-
Psalms 88:39
σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου·
-
Psalms 88:52
οὖ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου.
-
Psalms 104:15
Μὴ ἅψησθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.
-
Psalms 131:10
ἕνεκεν Δαυεὶδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου.
-
Psalms 131:17
ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυείδ, ἡτοίμασα λύχνον τῷ χριστῷ σου·
-
Odes 3:10
Κύριος ἀσθενῆ ποιήσει τὸν ἀντίδικον αὐτοῦ· Κύριος ἅγιος. μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ· ἀλλ’ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνίειν καὶ γινώσκειν τὸν κύριον, καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἐβρόντησεν· αὐτὸς κρινεῖ ἄκρα γῆς, δίκαιος ὤν. καὶ δίδωσιν ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστοῦ αὐτοῦ.
-
Odes 6:13
ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σοι. ἔψαλας εἰς κεφαλὰς ἀνόμων θάνατον· ἐξήγειρας δεσμούς σου ἕως τραχήλου.
-
Odes 14:1
Ὕμνος ἑωθινός. Δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. αἰνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν, Κύριε βασιλεῦ ἐπουράνιε, θεὲ πατὴρ παντοκράτωρ· Κύριε υἱὲ μονογενὴ Ἰησοῦ Χριστέ, καὶ ἅγιον πνεῦμα. Κύριε ὁ θεός, ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ υἱὸς τοῦ πατρός ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου, ἐλέησον ἡμᾶς· ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου, ἐλέησον ἡμᾶς· πρόσδεξαι τὴν δέησιν ἡμῶν· ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός, ἐλέησον ἡμᾶς. ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν θεοῦ πατρός. ἀμήν. καθ’ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. καταξίωσον, Κύριε, καὶ τὴν ἡμέραν ταύτην ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. εὐλογητὸς εἶ, Κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. ἀμήν. εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου· εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου· εὐλογητὸς εἷ, Κύριε, δίδαξόν με τά δικαιώματά σου. Κύριε, καταφυγή ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. ἐγὼ εἶπα Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγα· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτ σύ εἷ ὁ θεός μου. ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε.
-
Sirach 46:19
καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος ἐπεμαρτύρατο ἔναντι Κυρίου καὶ χριστοῦ Χρήματα καὶ ἕως ὑποδημάτων ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα· καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνθρωπος.
-
Psalms of Solomon 17:36
καὶ οὐκ ἔστιν ἀδικία ἐν ταῖς ἡμέραις αὐτοῦ ἐν μέσῳ αὐτῶν· ὅτι πάντες ἅγιοι, καὶ βασιλεὺς αὐτῶν χριστὸς κύριος.
Biblion's Septuagint: the Greek Old Testament in H. B. Swete's edition (Cambridge, 1896–1905), as digitized by the Open Greek and Latin project at the University of Leipzig (First1KGreek), corrected against the printed pages, with lemmas, morphology, Strong's numbers and links to the Hebrew prepared for Biblion. CC BY-SA 4.0.