Kept for this visit
Notes, starred and highlighted verses and bookmarks kept while signed out last until this visit ends. Create a free account and everything you keep here moves into it, saved for good.

Strong's numbers

βασιλεία G932

basileía

bas-il-i'-ah

from βασιλεύς; properly, royalty, i.e. (abstractly) rule, or (concretely) a realm (literally or figuratively):--kingdom, + reign.

Abbott–Smith

βασιλεία, -ας, ἡ (< βασιλεύω), [in LXX chiefly for מַמְלָכָה מַלְכוּת;]
1. prop. abstract, sovereignty, royal power, dominion: Lk 1:33 22:29, Jo 18:36, Ac 1:6, He 1:8, I Co 15:24; λαβεῖν β., Lk 19:12, 15, Re 17:12; δοῦναι τὴν, Re 17:17; ἔχειν β., Re 17:18; ἔρχεσθαι ἐν τ. (εἰς τὴν) β., Mt 16:28, Lk 23:42; β. τ. θεοῦ, Re 12:10.
2. By meton., concrete (MM, Exp., x),
(a) a kingdom, the territory or people over whom the king rules (Es 5:3, al.): Mt 4:8 12:25, 26 24:7, Mk 3:24 6:23, Lk 4:5, He 11:33, al.;
(b) the royal majesty (cf. our phrase His Majesty), the king himself (τ. σπέρμα τῆς β., IV Ki 11:1).
3. In LXX (Wi 6:5, To 13:1, al.), Targ. and NT, of the Messianic rule and kingdom, ἡ β. τ. θεοῦ, τ. οὐρανῶν (Heb. מַלְכוּת שָׁמַיִם, Aram. מַלְכוּתָא דִשׁמַיָּא; v. Dalman, Words, 91-147; Cremer, 132, 658), the kingdom of God (on the equivalence of the two phrases, v. Dalman, op. cit., 93, 218 f.); τ. θεοῦ, Mt 6:33 12:28, al.; τ. οὐρανῶν, Mt 3:2 4:17, al.; τ. Χριστοῦ (מַלִכוּת דִמְשִׁיחא, Targ. Jon. on Is 53:10), Eph 5:5; τ. κυρίου, II Pe 1:11, Re 11:15; τ. Δαυείδ, Mk 11:10; absol., ἡ β., Mt 4:23, Ja 2:5, al. The kingdom is regarded as present: Mt 11:12, Lk 17:21, Ro 14:17, al.; as that which is to be consummated in the future, Mt 6:10, Mk 9:1, Jo 3:5, II Pe 1:11, al. Noteworthy phrases are: ζητεῖν τὴν β., Mt 6:33; δέχεσθαι, Mk 10:15; κλρονομεῖν, Mt 25:34; διδόναι, Lk 12:32; παραλαμβάνειν, He 12:28; αὐτῶν (τοιούτων) ἐστὶν ἡ β., Mt 5:3, 10 19:14, Mk 10:14, Lk 18:16; διὰ τὴν β., Mt 19:12; ἕνεκεν τῆς β., Lk 18:29; εὐαγγελίζεσθαι, κηρύσσειν, διαγγέλλειν τὴν β., Lk 4:43 9:2, 60; ἤγγικεν ἡ β., Mt 3:2, Mk 1:15; κλεῖς τῆς β., Mt 16:19; κλείειν τὴν β., Mt 23:14; υἱοὶ τῆς β., Mt 8:12 13:38 (cf. Cremer, 132, 658).

From G. Abbott-Smith, A Manual Greek Lexicon of the New Testament (1922), in the public domain.


154 occurrences

Shown in the King James Version (KJV), whichever translation you read in — it is the text these numbers are tagged against.

  • Matthew 6:33
    But seek ye first the kingdom of God, and his righteousness; and all these things shall be added unto you.
  • Matthew 7:21
    Not every one that saith unto me, Lord, Lord, shall enter into the kingdom of heaven; but he that doeth the will of my Father which is in heaven.
  • Matthew 8:11
    And I say unto you, That many shall come from the east and west, and shall sit down with Abraham, and Isaac, and Jacob, in the kingdom of heaven.
  • Matthew 8:12
    But the children of the kingdom shall be cast out into outer darkness: there shall be weeping and gnashing of teeth.
  • Matthew 9:35
    And Jesus went about all the cities and villages, teaching in their synagogues, and preaching the gospel of the kingdom, and healing every sickness and every disease among the people.
  • Matthew 10:7
    And as ye go, preach, saying, The kingdom of heaven is at hand.
  • Matthew 11:11
    Verily I say unto you, Among them that are born of women there hath not risen a greater than John the Baptist: notwithstanding he that is least in the kingdom of heaven is greater than he.
  • Matthew 11:12
    And from the days of John the Baptist until now the kingdom of heaven suffereth violence, and the violent take it by force.
  • Matthew 12:25
    And Jesus knew their thoughts, and said unto them, Every kingdom divided against itself is brought to desolation; and every city or house divided against itself shall not stand:
  • Matthew 12:26
    And if Satan cast out Satan, he is divided against himself; how shall then his kingdom stand?

435 in the Septuagint, in 390 verses

The first 40, in the order of the Septuagint’s books.

  • Genesis 10:10
    καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν Καὶ Ὄρεχ καὶ Ἀρχὰδ καὶ Χαλαννὴ ἐν τῇ γῇ Σενναάρ.
  • Genesis 14:1
    Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ τῇ Ἀμαρφὰλ βασιλέως Σενναάρ, Ἀριὼχ βασιλεὺς Ἐλλασὰρ καὶ ὁ Χοδολλογόμορ βασιλεὺς Αἰλὰμ καὶ Θαλγὰ βασιλεὺς ἐθνῶν
  • Genesis 20:9
    καὶ ἐκάλεσεν Ἀβιμέλεχ τὸν Ἀβραὰμ καὶ εἶπεν αὐτῷ Τί τοῦτο ἐποίησας ἡμῖν; μή τι ἡμάρτομεν εἰς σέ, ὅτι ἐπήγαγες ἐπ’ ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; ἔργον ὃ οὐδεὶς ποιήσει πεποίηκάς μοι.
  • Numbers 21:18
    φρέαρ, ὤρυξαν αὐτὸ ἄρχοντες, ἐξελατόμησαν αὐτὸ βασιλεῖς ἐθνῶν. ἐν τῇ βασιλείᾳ αὐτῶν, ἐν τῷ κυριεῦσαι αὐτῶν. καὶ ἀπὸ φρέατος εἰς Μανθαναείν·
  • Numbers 24:7
    ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν· καὶ ὑψωθήσεται ἢ Γὼγ βασιλεία, καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ.
  • Numbers 32:33
    καὶ ἔδωκεν αὐτοῖς Μωυσῆς, τοῖς υἱοῖς Γὰδ καὶ τοῖς υἱοῖς Ῥουβὴν καὶ τῷ ἡμίσει φυλῆς Μανασσὴ υἱῶν Ἰωσήφ, τὴν βασιλείαν Σηὼν βασιλέως Ἀμορραίων καὶ τὴν βασιλείαν Ὢγ βασιλέως Βασάν, τὴν γῆν καὶ τὰς πόλεις σὺν τοῖς ὁρίοις αὐτῆς, πόλεις τῆς γῆς κύκλῳ.
  • Deuteronomy 3:10
    πᾶσαι πόλεις Μεισώρ, καὶ πᾶσα Γαλαάδ, καὶ πᾶσα βασὰν ἕως Ἐλχὰ καὶ Ἐδράειμ, πόλεις βασίλειαι τοῦ ὅγ’ ἐν τῇ βασάν·
  • Deuteronomy 3:13
    καὶ τὸ κατάλοιπον τοῦ Γαλαὰδ καὶ πᾶσαν τὴν Βασάν, βασιλείαν Γώγ, ἔδωκα τῷ ἡμίσει φυλῆς Μανασσή, καὶ πᾶσαν περίχωρον Ἀργόβ, πᾶσαν γῆν Βασὰν ἐκείνην, γῆ Ῥαφαεὶν λογισθήσεται.
  • Deuteronomy 3:21
    καὶ τῷ Ἰησοῖ ἐνετειλάμην ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασιν πάντα ὅσα ἐποίησεν Κύριος ὁ θεὸς ἡμῶν τοῖς δυσὶ βασιλεῦσι τούτοις· οὕτως ποιήσει Κύριος ὁ θεὸς ἡμῶν πάσας τὰς βασιλείας ἐφ’ ἃς σὺ διαβαίνεις ἐκεῖ·
  • Deuteronomy 28:25
    δῴη σε Κύριος ἐπισκοπὴν ἐναντίον τῶν ἐχθρῶν· ἐν ὁδῷ μιᾷ ἐξελεύσῃ πρὸς αὐτούς, καὶ ἐν ἑπτὰ ὁδοῖς φεύξῃ ἀπὸ προσώπου αὐτῶν, καὶ ἔσῃ διασπορὰ ἐν πάσαις βασιλείαις τῆς γῆς.
  • Joshua 11:10
    Καὶ ἀπεστράφη Ἰησοῦς ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ κατελάβετο Ἀσὼρ καὶ τὸν βασιλέα αὐτῆς· ἦν δὲ Ἁσὼρ τὸ πρότερον ἄρχουσα πασῶν τῶν βασιλειῶν τούτων.
  • Joshua 13:12
    πᾶσαν τὴν βασιλείαν Ὢγ ἐν τῇ Βασανείτιδι, ὃς ἐβασίλευσεν ἐν Ἐδράειν καὶ ἐν Ἀσταρώθ· οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων, καὶ ἐπάταξεν αὐτὸν Μωυσῆς καὶ ἐξωλέθρευσεν.
  • Joshua 13:21
    καὶ πάσας τὰς πόλεις τοῦ Μεισώρ, καὶ πᾶσαν τὴν βασιλείαν τοῦ Σηὼν βασιλέως τῶν Ἀμορραίων, ὃν ἐπάταξεν Μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους Μαδιάμ, καὶ τὸν Εὐεὶ καὶ τὸν Ῥόβοκ καὶ τὸν Σοὺρ καὶ τὸν Οὗρ καὶ τὸν Ῥόβε ἄρχοντα, ἔναρα Σειών, καὶ τοὺς κατοικοῦντας Σειών.
  • Joshua 13:27
    καὶ Ἐναδὼμ καὶ Ὀθαργαεὶ καὶ Βαινθαναβρὰ καὶ Σοκχωθὰ καὶ Σαφὰν καὶ τὴν λοιπὴν βασιλείαν Σηὼν βασιλέως Ἑσεβών· καὶ ὁ Ἰορδάνης ὁριεῖ ἕως μέρους τῆς θαλάσσης Χενέρεθ πέραν τοῦ Ἰορδάνου ἀπ’ ἀνατολῶν.
  • Joshua 13:30
    καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ Μαανὰ καὶ πᾶσα βασιλεία Βασανεὶ καὶ πᾶσα βασιλεία Ὢγ βασιλέως Βασάν, καὶ πάσας τὰς κώμας Ἰαεὶρ αἵ εἰσιν ἐν τῇ Βασανείτιδι, ἑξήκοντα πόλεις·
  • Joshua 13:31
    καὶ τὸ ἥμισυ τῆς Γαλαάδ, καὶ ἐν Ἀσταρὼθ καὶ ἐν Ἐδράειν πόλεις βασιλείας Ὢγ ἐν Βασανείτιδι, τοῖς υἱοῖς Μαχεὶρ υἱοῖς Μανασσὴ καὶ τοῖς ἡμίσεσιν υἱοῖς Μαχεὶρ υἱοῖς Μανασσὴ κατὰ δήμους αὐτῶν.
  • 1 Kingdoms 10:16
    καὶ εἶπεν Σαοὺλ πρὸς τὸν οἰκεῖον αὐτοῦ Ἀπήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται αἱ ὄνοι· τὸ δὲ ῥῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ.
  • 1 Kingdoms 10:18
    καὶ εἶπεν πρὸς υἱοὺς Ἰσραὴλ Τάδε εἶπεν Κύριος ὁ θεὸς Ἰσραὴλ λέγων Ἐγὼ ἀνήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου, καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς.
  • 1 Kingdoms 11:14
    καὶ εἶπεν Σαμουὴλ πρὸς τὸν λαὸν λέγων Πορευθῶμεν εἰς Γάλγαλα καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν.
  • 1 Kingdoms 13:13
    καὶ εἶπεν Σαμουὴλ πρὸς Σαούλ Μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου ἣν ἐνετείλατό σοι Κύριος· ὡς νῦν ἡτοίμασεν Κύριος τὴν βασιλείαν σου ἕως αἰῶνος ἐπὶ Ἰσραήλ.
  • 1 Kingdoms 13:14
    καὶ νῦν ἡ βασιλεία σου οὐ στήσεται, καὶ ζητήσει Κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ, καὶ ἐντελεῖται Κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ὅτι οὐκ ἐφύλαξας ὅ τι ἐνετείλατό σοι Κύριος.
  • 1 Kingdoms 15:28
    καὶ εἶπεν πρὸς αὐτὸν Σαμουήλ Διέρρηξεν Κύριος τὴν βασιλείαν σου ἀπὸ Ἰσραὴλ ἐκ χειρός σου σήμερον, καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ·
  • 1 Kingdoms 20:31
    ὅτι πάσας τὰς ἡμέρας ἃς ὁ υἱὸς Ἰεσσαὶ ζῇ ἐπὶ τῆς γῆς οὐχ ἑτοιμασθήσεται ἡ βασιλεία σου· νῦν οὖν ἀποστείλας λάβε τὸν νεανίαν, ὅτι υἱὸς θανάτου οὗτος.
  • 1 Kingdoms 24:21
    καὶ νῦν ἰδοὺ ἐγὼ γινώσκω ὅτι βασιλεύων βασιλεύσεις, καὶ στήσεται ἐν χερσίν σου βασιλεία Ἰσραήλ.
  • 1 Kingdoms 28:17
    καὶ πεποίηκεν Κύριός σοι καθὼς ἐλάλησεν Κύριος ἐν χειρί μου, καὶ διαρρήξει Κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυείδ.
  • 2 Kingdoms 3:10
    περιελεῖν τὴν βασιλείαν ἀπὸ τοῦ οἴκου Σαούλ, καὶ τοῦ ἀναστῆσαι τὸν θρόνον Δαυεὶδ ἐπὶ Ἰσραὴλ καὶ ἐπὶ τὸν Ἰούδαν ἀπὸ Δὰν ἕως Βηρσάβεε.
  • 2 Kingdoms 3:28
    καὶ ἤκουσεν Δαυεὶδ μετὰ ταῦτα καὶ εἶπεν Ἀθῷός εἰμι ἐγὼ καὶ ἡ βασιλεία μου ἀπὸ Κυρίου καὶ ἕως αἰῶνος ἀπὸ τῶν αἱμάτων Ἀβεννὴρ υἱοῦ Νήρ.
  • 2 Kingdoms 5:12
    καὶ ἔγνω Δαυεὶδ ὅτι ἡτοίμασεν αὐτὸν Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ ὅτι ἐπήρθη ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ.
  • 2 Kingdoms 7:12
    καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ·
  • 2 Kingdoms 7:16
    καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιον ἐμοῦ, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα,
  • 2 Kingdoms 12:26
    Καὶ ἐπολέμησεν Ἰωὰβ ἐν Ῥαββὰθ υἱῶν Ἀμμών, καὶ κατέλαβεν τὴν πόλιν τῆς βασιλείας.
  • 2 Kingdoms 16:3
    καὶ εἶπεν ὁ βασιλεύς Καὶ ποῦ ὁ υἱὸς τοῦ κυρίου σου; καὶ εἶπεν Σειβὰ πρὸς τὸν βασιλέα Ἰδοὺ κάθηται ἐν Ἰερουσαλήμ, ὅτι εἶπεν Σήμερον ἐπιστρέψουσίν μοι οἶκος Ἰσραὴλ τὴν βασιλείαν τοῦ πατρός μου.
  • 2 Kingdoms 16:8
    ἐπέστρεψεν ἐπὶ σὲ Κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαούλ, ὅτι ἐβασίλευσας ἀντ’ αὐτοῦ, καὶ ἔδωκεν Κύριος τὴν βασιλείαν ἐν χειρὶ Ἀβεσσαλὼμ τοῦ υἱοῦ σου· καὶ ἰδοὺ σὺ ἐν τῇ κακίᾳ σου, ὅτι ἀνὴρ αἱμάτων σύ.
  • 2 Kingdoms 19:9
    καὶ ἦν πᾶς ὁ λαὸς κρινόμενος ἐν πάσαις φυλαῖς Ἰσραὴλ λέγοντες Ὁ βασιλεὺς Δαυεὶδ ἐρύσατο ἡμᾶς ἐκ χειρὸς ἀπὸ πάντων τῶν ἐχθρῶν ἡμῶν, καὶ αὐτὸς ἐξείλατο ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων· καὶ νῦν πέφευγεν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ καὶ ἀπὸ Ἀβεσσαλώμ.
  • 3 Kingdoms 1:46
    καὶ ἐκάθισεν Σαλωμὼν ἐπὶ θρόνον βασιλείας,
  • 3 Kingdoms 2:12
    Καὶ Σαλωμὼν ἐκαθισεν ἐπὶ θρόνου Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἡτοιμάσθη ἡ βασιλεία αὐτοῦ σὐτοῦ σφόδρα.
  • 3 Kingdoms 2:15
    καὶ εἶπεν αὐτῇ Σὺ οἶδας ὅτι ἐμοὶ ἦν ἡ βασιλεία καὶ ἐπ’ ἐμὲ ἔθετο πᾶς Ἰσραὴλ τὸ πρόσωπον αὐτοῦ εἰς βασιλέα· καὶ ἐστράφη ἡ βασιλεία καὶ ἐγενήθη τῷ ἀδελφῷ μου, ὅτι παρὰ Κυρίου ἐγένετο αὐτῷ.
  • 3 Kingdoms 2:22
    καὶ ἀπεκρίθη Σαλωμὼν ὁ βασιλεὺς καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ Καὶ ἵνα τί σὺ ᾔτησαι τὴν Ἀβεισὰ τῷ Ἀδωνειά; καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν· ὅτι οὗτος ἀδελφός μου ὁ μέγας ὑπὲρ ἐμέ, καὶ αὐτῷ Ἀβιαθὰρ ὁ ἱερεὺς καὶ αὐτῷ Ἰωὰβ ὁ υἱὸς Σαρουίας ὁ ἀρχιστράτηγος ἑταῖρος.
  • 3 Kingdoms 2:35
    καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναιοὺ υἱὸν Ἰωδᾶε ἀντ’ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ἰερουσαλήμ. καὶ Σαδὼκ τὸν ἱερέα, ἔδωκεν αὐτὸν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Ἀβιαθάρ.
  • 3 Kingdoms 2:46b
    καὶ Σαλωμὼν ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις, καὶ ἦσαν προσφέροντες δῶρα καὶ ἐδούλευον τῷ Σαλωμὼν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.

Biblion's Septuagint: the Greek Old Testament in H. B. Swete's edition (Cambridge, 1896–1905), as digitized by the Open Greek and Latin project at the University of Leipzig (First1KGreek), corrected against the printed pages, with lemmas, morphology, Strong's numbers and links to the Hebrew prepared for Biblion. CC BY-SA 4.0.