Strong's numbers
ἐπιστρέφω G1994
epistréphō
ep-ee-stref'-o
from ἐπί and στρέφω; to revert (literally, figuratively or morally):--come (go) again, convert, (re-)turn (about, again).
Abbott–Smith
From G. Abbott-Smith, A Manual Greek Lexicon of the New Testament (1922), in the public domain.
38 occurrences
Shown in the King James Version (KJV), whichever translation you read in — it is the text these numbers are tagged against.
-
Galatians 4:9
But now, after that ye have known God, or rather are known of God, how turn ye again to the weak and beggarly elements, whereunto ye desire again to be in bondage?
-
1 Thessalonians 1:9
For they themselves shew of us what manner of entering in we had unto you, and how ye turned to God from idols to serve the living and true God;
-
James 5:19
Brethren, if any of you do err from the truth, and one convert him;
-
James 5:20
Let him know, that he which converteth the sinner from the error of his way shall save a soul from death, and shall hide a multitude of sins.
-
1 Peter 2:25
For ye were as sheep going astray; but are now returned unto the Shepherd and Bishop of your souls.
-
2 Peter 2:21
For it had been better for them not to have known the way of righteousness, than, after they have known it, to turn from the holy commandment delivered unto them.
-
2 Peter 2:22
But it is happened unto them according to the true proverb, The dog is turned to his own vomit again; and the sow that was washed to her wallowing in the mire.
-
Revelation 1:12
And I turned to see the voice that spake with me. And being turned, I saw seven golden candlesticks;
514 in the Septuagint, in 471 verses
The first 40, in the order of the Septuagint’s books.
-
Genesis 8:12
καὶ ἐπισχὼν ἔτι ἡμέρας ἑπτὰ ἑτέρας πάλιν ἐξαπέστειλεν τὴν περιστεράν, καὶ οὐ προσέθετο τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι.
-
Genesis 21:32
καὶ διέθεντο διαθήκην ἐν τῷ φρέατι τοῦ ὅρκου. ἀνέστη δὲ Ἀβιμέλεχ καὶ Ὀχοζὰθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ Φικὸλ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν γῆν τῶν Φυλιστιείμ.
-
Genesis 24:49
εἰ οὖν ποιεῖτε ὑμεῖς ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου, ἀπαγγείλατέ μοι, ἵνα ἐπιστρέψω εἰς δεξιὰν ἢ εἰς ἀριστεράν.
-
Genesis 39:6
καὶ ἐπέστρεψεν πάντα ὅσα ἦν αὐτῷ εἰς χεῖρας Ἰωσήφ, καὶ οὐκ ἤδει τῶν καθ’ ἑαυτὸν οὐδὲν πλὴν τοῦ ἄρτου οὗ ἤσθιεν αὐτός. καὶ ἦν Ἰωσὴφ καλὸς τῷ εἴδει καὶ ὡραῖος τῇ ὄψει σφόδρα.
-
Genesis 44:13
καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπέθηκαν ἕκαστος τὸν μάρσιππον αὐτοῦ ἐπὶ τὸν ὄνον αὐτοῦ, καὶ ἐπέστρεψαν εἰς τὴν πόλιν.
-
Exodus 4:20
ἀναλαβὼν δὲ Μωυσῆς τὴν γυναῖκα καὶ τὰ παιδία ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια, καὶ ἐπέστρεψεν εἰς Αἴγυπτον· ἔλαβεν δὲ Μωυσῆς τὴν ῥάβδον τὴν παρὰ τοῦ θεοῦ ἐν τῇ χειρὶ αὐτοῦ.
-
Exodus 5:22
Ἐπέστρεψεν δὲ Μωυσῆς πρὸς Κύριον καὶ εἶπεν Δέομαι, Κύριε, τί ἐκάκωσας τὸν λαὸν τοῦτον; καὶ ἵνα τί ἀπέσταλκάς με;
-
Exodus 7:23
ἐπιστραφεὶς δὲ Φαραὼ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ οὐκ ἐπέστησεν τὸν νοῦν αὐτοῦ οὐδὲ ἐπὶ τούτῳ.
-
Exodus 16:10
ἡνίκα δὲ ἐλάλει Ἀαρὼν πάσῃ συναγωγῇ υἱῶν Ἰσραήλ, καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον, καὶ ἡ δόξα Κυρίου ὤφθη ἐν νεφέλῃ.
-
Exodus 34:31
καὶ ἐκάλεσεν αὐτοὺς Μωσῆς, καὶ ἐπεστράφησαν πρὸς αὐτὸν Ἀαρὼν καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς· καὶ ἐλάλησεν αὐτοῖς Μωυσῆς.
-
Numbers 10:36
καὶ ἐν τῇ καταπαύσει εἶπεν Ἐπίστρεφε, Κύριε, χιλιάδας μυριάδας ἐν τῷ Ἰσραήλ.
-
Numbers 14:25
ὁ δὲ Ἀμαλὴκ καὶ ὁ Χαναναῖος κατοικοῦσιν ἐν τῇ κοιλάδι· αὔριον ἐπιστράφητε ὑμεῖς καὶ ἀπάρατε εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν ἐρυθράν.
-
Numbers 16:50
καὶ ἐπέστρεψεν Ἀαρὼν πρὸς Μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἐκόπασεν ἡ θραῦσις.
-
Numbers 21:33
καὶ ἐπιστρέψαντες ἀνέβησαν ὁδὸν τὴν εἰς βασάν. καὶ ἐξῆλθεν Ὢγ βασιλεὺς τῆς βασὰν εἰς συνάντησιν αὐτοῖς, καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς Ἐδράειν.
-
Numbers 23:5
καὶ ἐνέβαλεν ὁ θεὸς ῥῆμα εἰς στόμα Βαλαὰμ καὶ εἶπεν Ἐπιστραφεὶς πρὸς Βαλὰκ οὕτως λαλήσεις.
-
Deuteronomy 1:7
ἐπιστράφητε καὶ ἀπάρατε ὑμεῖς καὶ εἰσπορεύεσθε εἰς ὄρος Ἀμορραίων καὶ πρὸς πάντας τοὺς περιοίκους Ἀραβά, εἰς ὄρος καὶ πεδίον, καὶ πρὸς λίβα καὶ παραλίαν γῆν Χαναναίων καὶ Ἀντιλίβανον, ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου.
-
Deuteronomy 1:24
καὶ ἐπιστραφέντες ἀνέβησαν εἰς τὸ ὄρος, καὶ ἤλθοσαν ἕως Φάραγγος βότρυος, καὶ κατεσκόπευσαν αὐτήν.
-
Deuteronomy 1:40
καὶ ὑμεῖς ἐπιστραφέντες ἐστρατοπεδεύσατε εἰς τὴν ἔρημον, ὁδὸν τὴν ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης.
-
Deuteronomy 2:1
καὶ ἐπιστραφέντες ἀπήραμεν εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν ἐρυάν, ὃν τρόπον ἐλάλησεν Κύριος πρὸς μέ, καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ Σηεὶρ ἡμέρας πολλάς.
-
Deuteronomy 2:3
Ἱκανούσθω ὑμῖν κυκλοῦν τὸ ὄρος τοῦτο, ἐπιστράφητε οὖν ἐπὶ βορρᾶν·
-
Deuteronomy 2:8
καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς Ἠσαύ, τοὺς κατοικοῦντας ἐν Σηεὶρ παρὰ τὴν ὁδὸν τὴν Ἄραβά ἀπὸ Ἀραβὰ καὶ ἀπὸ Γάβερ· Γάβερ· καὶ ἐπιστρέψαντες παρήλθομεν ἔρημον ὁδὸν Μωάβ.
-
Deuteronomy 4:30
καὶ εὑρήσουσίν σε πάντες οἱ λόγοι οὗτοι ἐπ’ ἐσχάτῳ τῶν ἡμερῶν καὶ ἐπιστραφήσῃ πρὸς Κύριον τὸν θεόν σου καὶ εἰσακούσῃ τῆς αὐτοῦ·
-
Deuteronomy 4:39
καὶ γνώσῃ σήμερον καὶ ἐπιστραφήσῃ τῇ διανοίᾳ, ὅτι Κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ·
-
Deuteronomy 9:15
καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους, καὶ τὸ ὄρος ἐκαίετο πυρὶ ἕως τοῦ οὐρανοῦ, καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς δυσὶ χερσίν μου.
-
Deuteronomy 10:3
καὶ ἐπιστρέψας κατέβην ἐκ ξύλων ἀσήπτων, καὶ ἐλάξευσα τὰς πλάκας λιθίνας ὡς αἱ πρῶται, καὶ ἀνέβην εἰς τὸ ὄρος, καὶ αἱ δύο πλάκες ἐπὶ ταῖς χερσίν μου.
-
Deuteronomy 10:5
καὶ ἐπιστρέψας κατέβην ἐκ τοῦ ὄρους, καὶ ἐνέβαλον τὰς πλάκας εἰς τὴν κιβωτὸν ἣν ἐποίησα, καὶ ἦσαν ἐκεῖ καθὰ ἐνετείλατό μοι Κύριος.
-
Deuteronomy 28:60
καὶ ἐπιστρέψει πᾶσαν τὴν ὀδύνην Αἰγύπτου τὴν πονηρὰν ἣν διευλαβοῦ ἀπὸ προσώπου αὐτῶν, καὶ κολληθήσονται ἐν σοί.
-
Deuteronomy 30:2
καὶ ἐπιστραφήσῃ ἐπὶ Κύριον τὸν θεόν σου, καὶ εἰσακούσῃ τῆς φωνῆς αὐτοῦ κατὰ πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου,
-
Deuteronomy 30:8
καὶ σὺ ἐπιστραφήσῃ ἐπὶ Κύριον καὶ εἰσακούσῃ τῆς φωνῆς Κυρίου τοῦ θεοῦ σου, καὶ ποιήσεις τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον·
-
Deuteronomy 30:9
καὶ εὐλογήσει σε Κύριος ὁ θεός σου ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου, ἐν τοῖς ἐκγόνοις τῆς κοιλίας σου καὶ ἐν τοῖς γενήμασιν τῆς γῆς σου καὶ ἐν τοῖς ἐκγόνοις τῶν κτηνῶν σου. ὅτι ἐπιστρέψει Κύριος ὁ θεός σου εὐφρανθῆναι ἐπὶ σοὶ εἰς ἀγαθά, καθότι ηὐφράνθη ἐπὶ τοῖς πατράσιν σου.
-
Deuteronomy 30:10
ἐὰν εἰσακούσῃς τῆς φωνῆς Κυρίου τοῦ θεοῦ σου, φυλάσσεσθαι τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ καὶ τὰς κρίσεις αὐτοῦ τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τοῦ νόμου τούτου, ἐὰν ἐπιστραφῇς ἐπὶ Κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου.
-
Deuteronomy 31:20
εἰσάξω γὰρ αὐτοὺς εἰς τὴν γῆν τὴν ἀγαθὴν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν, δοῦναι αὐτοῖς γῆν ῥέουσαν γάλα καὶ μέλι· καὶ φάγονται καὶ ἐμπλησθέντες κορήσουσιν, καὶ ἐπιστραφήσονται ἐπὶ θεοὺς ἀλλοτρίους καὶ παροξυνοῦσίν με καὶ διασκεδάσουσιν τὴν διαθήκην μου.
-
Joshua 13:28
αὕτη ἡ κληρονομία υἱῶν Γὰδ κατὰ δήμους αὐτῶν· αὐχένα ἐπιστρέψουσιν ἐναντίον τῶν ἐχθρῶν αὐτῶν· ὅτι ἐγενήθη κατὰ δήμους αὐτῶν· αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν.
-
Joshua 19:27
καὶ ἐπιστρέψει ἀπ’ ἀνατολῶν ἡλίου καὶ Βαιθεγενέθ, καὶ συνάψει τῷ Ζαβουλὼν καὶ ἐκ Γαὶ καὶ Φθαιὴλ κατὰ βορρᾶν, καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμὲ καὶ Ἰναήλ, καὶ διελεύσεται εἰς Χωβαμασομὲλ
-
Joshua 19:34
καὶ ἐπιστρέφει τὰ ὅρια ἐπὶ θάλασσαν Ἐνὰθ Θαβώρ, καὶ διελεύσεται ἐκεῖθεν Ἱακᾶνα, καὶ συνάψει τῷ Ζαβουλὼν ἀπὸ Νότου καὶ Ἀσὴρ συνάψει κατὰ θάλασσαν, καὶ ὁ Ἰορδάνης ἀπ’ ἀνατολῶν ἡλίου.
-
Judges (Codex Vaticanus) 6:14
καὶ ἐπέστρεψεν πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου καὶ εἶπεν Πορεύου ἐν ἰσχύι σου ταύτῃ, καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ· ἰδοὺ ἐξαπέστειλά σε.
-
Judges (Codex Vaticanus) 6:18
μὴ χωρισθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σέ· καὶ ἐξοίσω τὴν θυσίαν καὶ θήσω ἐνώπιόν σου. καὶ εἶπεν Ἐγώ εἰμι καθίσομαι ἕως τοῦ ἐπιστρέψαι σε.
-
Judges (Codex Vaticanus) 7:3
καὶ νῦν λάλησον δὴ ἐν ὠσὶν τοῦ λαοῦ λέγων Τίς ὁ φοβούμενος καὶ δειλός; ἐπιστρεφέτω καὶ ἐκχωρείτω ἀπὸ ὄρους Γαλαάδ. καὶ ἐπέστρεψεν ἀπὸ τοῦ λαοῦ εἴκοσι καὶ δύο χιλιάδες, καὶ δέκα χιλιάδες ὑπελείφθησαν.
-
Judges (Codex Vaticanus) 8:13
καὶ ἐπέστρεψεν Γεδεὼν υἱὸς Ἰωὰς ἀπὸ τῆς παρατάξεως ἀπὸ ἐπάνωθεν τῆς παρατάξεως Ἄρες.
-
Judges (Codex Vaticanus) 8:33
Καὶ ἐγένετο καθὼς ἀπέθανεν Γεδεών, καὶ ἐπέστρεψαν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν Βααλείμ, καὶ ἔθηκαν ἑαυτοῖς τῷ Βάαλ διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν.
Biblion's Septuagint: the Greek Old Testament in H. B. Swete's edition (Cambridge, 1896–1905), as digitized by the Open Greek and Latin project at the University of Leipzig (First1KGreek), corrected against the printed pages, with lemmas, morphology, Strong's numbers and links to the Hebrew prepared for Biblion. CC BY-SA 4.0.